Εμφάνιση αναρτήσεων με ετικέτα Medieval Greek Literature. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Medieval Greek Literature. Εμφάνιση όλων των αναρτήσεων

Παρασκευή 25 Δεκεμβρίου 2009

Ῥωμανός ὁ Μελωδός Eἰς τὴν πόρνην

Pieter Brueghel der Ältere, Turmbau zu Babel (1563)


Ῥωμανός ὁ Μελωδός


Eἰς τὴν πόρνην


ἰδιόμελον, φέρον ἀκροστιχίδα τήνδε· τοῦ ταπεινοῦ Ῥωμανοῦ· ἦχος πλ. δʹ.


Προοίμιον I

Ὁ πόρνην καλέσας θυγατέραν, Χριστὲ ὁ Θεός, (1)

υἱὸν μετανοίας κἀμὲ ἀναδείξας,

δέομαι, ῥῦσαί με τοῦ βορβόρου τῶν ἔργων μου.


Προοίμιον II

Κατέχουσα ἐν κατανύξει ἡ πόρνη τὰ ἴχνη σου (1)

ἐβόα σοι ἐν μετανοίᾳ τῷ εἰδότι τὰ κρύφια, Χριστὲ ὁ Θεός·

«Πῶς σοι ἀτενίσω τοῖς ὄμμασιν

ἡ πάντας ἀπατῶσα τοῖς νεύμασιν;

Πῶς σε δυσωπήσω τὸν εὔσπλαγχνον (5)

ἡ σὲ παροργίσασα τὸν κτίστην μου;

Ἀλλὰ δέξαι τοῦτο τὸ μύρον πρὸς δυσώπησιν, Κύριε,

καὶ δώρησαί μοι ἄφεσιν τῆς αἰσχύνης

τοῦ βορβόρου τῶν ἔργων μου.»


(1.) Τὰ ῥήματα τοῦ Χριστοῦ καθάπερ ἀρώματα

ῥαινόμενα πανταχοῦ βλέπων ἡ πόρνη ποτὲ

καὶ τοῖς πιστοῖς πᾶσι πνοὴν ζωῆς χορηγοῦντα,

τῶν πεπραγμένων αὐτῇ τὸ δυσῶδες ἐμίσησεν,

ἐννοοῦσα τὴν αἰσχύνην τὴν ἑαυτῆς (5)

καὶ σκοποῦσα τὴν ὀδύνην τὴν δι’ αὐτῶν ἐγγιγνομένην·

πολλὴ γὰρ θλῖψις γίνεται τότε τοῖς πόρνοις ἐκεῖ,

ὧν εἷς εἰμι, καὶ ἕτοιμος πέλω εἰς μάστιγας

ἃς πτοηθεῖσα ἡ πόρνη οὐκέτι ἔμεινε πόρνη,

ἐγὼ δὲ καὶ πτοούμενος ἐπιμένω (10)

τῷ βορβόρῳ τῶν ἔργων μου.


(2.) Οὐδέποτε τῶν κακῶν ἀποστῆναι βούλομαι,

οὐ μνήσκομαι τῶν δεινῶν ὧν ἐκεῖ μέλλω ὁρᾶν,

οὔτε λογίζομαι τὴν τοῦ Χριστοῦ εὐσπλαγχνίαν

πῶς περιῆλθε ζητῶν με τὸν γνώμῃ πλανώμενον·

δι’ ἐμὲ γὰρ πάντα τόπον ἐξερευνᾷ, (5)

δι’ ἐμὲ καὶ Φαρισαίῳ συναριστᾷ ὁ τρέφων πάντας·

καὶ δείκνυσι τὴν τράπεζαν θυσιαστήριον,

ἐν ταύτῃ ἀνακείμενος καὶ χαριζόμενος

τὴν ὀφειλὴν τοῖς χρεώσταις, ἵνα θαρρῶν πᾶς χρεώστης

προσέλθῃ λέγων· «Κύριε, λύτρωσαί με (10)

τοῦ βορβόρου τῶν ἔργων μου.»


(3.) Ὑπέκνισεν ἡ ὀσμὴ τῆς τραπέζης τοῦ Χριστοῦ

τὴν πρώην μὲν ἄσωτον, νυνὶ δὲ καρτερικήν,

τὴν ἐν ἀρχῇ κύνα καὶ ἐν τῷ τέλει ἀμνάδα,

τὴν δούλην καὶ θυγατέρα, τὴν πόρνην καὶ σώφρονα.

Διὰ τοῦτο λίχνῳ δρόμῳ φθάνει αὐτήν, (5)

καὶ λιποῦσα τὰ ψιχία τὰ ὑπ’ αὐτήν, τὸν ἄρτον ἦρε

τῆς πάλαι Χανανίτιδος πλέον πεινάσασα,

ψυχὴν κενὴν ἐχόρτασεν, οὕτω πιστεύσασα,

ἀλλ’ οὐ κραυγῇ ἐλυτρώθη, σιγῇ δὲ μᾶλλον ἐσώθη·

κλαυθμῷ γὰρ εἶπε· «Κύριε, λύτρωσαί με (10)

τοῦ βορβόρου τῶν ἔργων μου.»


(4.) Τὴν φρένα δὲ τῆς σοφῆς ἐρευνῆσαι ἤθελον

καὶ γνῶναι πῶς ἔλαμψεν ἐν αὐτῇ ὁ Κύριος

ὁ ὡραιότατος καὶ τῶν ὡραίων ὁ κτίστης,

οὗ τὴν ἰδέαν πρὶν ἴδῃ ἡ πόρνη ἐπόθησεν·

ὡς ἡ τῶν εὐαγγελίων βίβλος βοᾷ· (5)

Τοῦ Χριστοῦ ἀνακειμένου ἐν οἰκιᾷ τοῦ Φαρισαίου,

γυνή τις τότε ἤκουσεν, ἅμα καὶ ἔσπευσεν,

ὠθήσασα τὴν ἔννοιαν πρὸς τὴν μετάνοιαν·

«Ἄγε, φησίν, ὦ ψυχή μου, ἰδοὺ καιρὸς ὃν ἐζήτεις·

ἐπέστη ὁ καθαίρων σε· τί ἐμμένεις (10)

τῷ βορβόρῳ τῶν ἔργων σου;


(5.) Ἀπέρχομαι πρὸς αὐτόν, δι’ ἐμὲ γὰρ ἤλυθεν·

ἀφίημι τούς ποτε, τὸν γὰρ νῦν πάνυ ποθῶ,

καὶ ὡς φιλοῦντά με μυρίζω καὶ κολακεύω·

κλαίω, στενάζω καὶ πείθω δικαίως ποθῆσαί με·

ἀλλοιοῦμαι πρὸς τὸν πόθον τοῦ ποθητοῦ, (5)

καὶ ὡς θέλει φιληθῆναι, οὕτω φιλῶ τὸν ἐραστήν μου·

πενθῶ καὶ κατακάμπτομαι, τοῦτο γὰρ βούλεται·

σιγῶ καὶ περιστέλλομαι, τούτοις γὰρ τέρπεται·

ἀναχωρῶ τῶν ἀρχαίων ἵνα ἀρέσω τῷ νέῳ·

συντόμως ἀποτάσσομαι ἐμφυσῶσα (10)

τῷ βορβόρῳ τῶν ἔργων μου.


(6.) Προσέλθω οὖν πρὸς αὐτόν, φωτισθῶ, ὡς γέγραπται·

ἐγγίσω νῦν τῷ Χριστῷ, καὶ οὐ μὴ καταισχυνθῶ·

οὐκ ὀνειδίζει με, οὐ λέγει μοι· ‘Ἕως ἄρτι

ἦς ἐν τῷ σκότει, καὶ ἦλθες ἰδεῖν με τὸν ἥλιον.’

Διὰ τοῦτο μύρον αἴρω καὶ πορευθῶ· (5)

φωτιστήριον ποιήσω τὴν οἰκιὰν τοῦ Φαρισαίου·

ἐκεῖ γὰρ ἀποπλύνομαι τὰς ἁμαρτίας μου·

ἐκεῖ καὶ καθαρίζομαι τὰς ἀνομίας μου·

κλαυθμῷ, ἐλαίῳ καὶ μύρῳ κεράσω μου κολυμβήθραν

καὶ λούομαι καὶ σμήχομαι καὶ ἐκφεύγω (10)

τοῦ βορβόρου τῶν ἔργων μου.


(7.) Ἐδέξατο ἡ Ῥαὰβ κατασκόπους πρότερον

καὶ τῆς δοχῆς τὸν μισθὸν ὡς πιστὴ εὗρε ζωήν·

τῆς γὰρ ζωῆς τύπος ὑπῆρχε τούτους ὁ πέμψας,

τοῦ Ἰησοῦ μου βαστάζων τὸ τίμιον ὄνομα.

Σωφρονοῦντας τότε πόρνη ξενοδοχεῖ, (5)

νῦν παρθένον ἐκ παρθένου πόρνη ζητεῖ ἀλεῖψαι μύρῳ·

ἐκείνη μὲν ἀπέλυσεν οὕσπερ ἀπέκρυψεν·

ἐγὼ δὲ ὃν ἠγάπησα μένω κατέχουσα,

οὐχ ὡς κατάσκοπον κλήρων, ἀλλ’ ὡς ἐπίσκοπον πάντων

κρατῶ, καὶ ἐξεγείρομαι ἐκ τῆς ὕλης (10)

τοῦ βορβόρου τῶν ἔργων μου.


(8.) Ἰδοὺ καιρὸς ἔφθασεν ὃν ἰδεῖν ἐπόθησα·

ἡμέρα μοι ἔλαμψε καὶ δεκτὸς ἐνιαυτός·

ἐν τοῖς τοῦ Σίμωνος αὐλίζεται ὁ Θεός μου·

σπεύσω πρὸς τοῦτον καὶ κλαύσω, ὡς Ἄννα, τὴν στείρωσιν·

κἂν λογίσηταί με Σίμων ἐν μεθυσμῷ, (5)

ὡς Ἡλὶ τὴν Ἄνναν τότε, μένω κἀγὼ προσευχομένη,

σιγῇ βοῶσα· ‘Κύριε, τέκνον οὐκ ᾔτησα,

ψυχὴν μονογενῆ ζητῶ ἥνπερ ἀπώλεσα·

ὡς Σαμουὴλ τῆς ἀτέκνου, Ἐμμανουὴλ τῆς ἀνάνδρου,

τῆς στείρας ἦρες ὄνειδος· ῥῦσαι πόρνην (10)

τοῦ βορβόρου τῶν ἔργων μου’.»


(9.) Νευροῦται μὲν ἡ πιστὴ τοῖς τοιούτοις ῥήμασι,

ποιεῖται δὲ τὴν σπουδὴν πρὸς τὴν τοῦ μύρου ὠνήν,

καὶ παραγίνεται βοῶσα τῷ μυροπράτῃ·

«Δός μοι, εἰ ἔχεις, ἐπάξιον μύρον τοῦ φίλου μου,

τοῦ δικαίως φιλουμένου καὶ καθαρῶς, (5)

τοῦ πυρώσαντός μου πάντα καὶ τοὺς νεφροὺς καὶ τὴν καρδίαν·

μηδὲν περὶ τιμήματος· τί ἀμφιβάλλεις μοι;

Κἂν δέοι, μέχρι δέρματος καὶ τῶν ὀστέων μου

ἑτοίμως ἔχω τοῦ δοῦναι ἵν’ εὕρω τί ἀποδοῦναι

τῷ σπεύσαντι καθᾶραί με ἐκ τῆς ὕλης (10)

τοῦ βορβόρου τῶν ἔργων μου.»


(10.) Ὁ δὲ ἰδὼν τῆς σεμνῆς τὸ θερμὸν καὶ πρόθυμον,

φησὶν αὐτῇ· «Λέξον μοι τίς ἐστιν ὃν ἀγαπᾶς,

ὅτι τοσοῦτον σὲ ἐπύρωσε <πρὸς> τὸ φίλτρον·

ἆρα κἂν ἔχει τι ἄξιον τούτου τοῦ μύρου μου;»

Παραυτὰ δὲ ἡ ὁσία ἦρε φωνὴν (5)

καὶ βοᾷ σὺν παρρησίᾳ τῷ σκευαστῇ τῶν ἀρωμάτων·

«Τί λέγεις μοι, ὦ ἄνθρωπε; ἔχει τι ἄξιον;

Οὐδὲν αὐτοῦ ἀντάξιον τοῦ ἀξιώματος·

οὐκ οὐρανός, οὔτε γαῖα, οὐδ’ ὅλος τούτῳ ὁ κόσμος

συγκρίνεται τῷ σπεύσαντι ῥύσασθαί με (10)

τοῦ βορβόρου τῶν ἔργων μου.


(11.) Υἱός ἐστι τοῦ Δαυίδ, δι’ αὐτὸ <καὶ> εὔοπτος·

υἱὸς Θεοῦ καὶ Θεός, δι’ αὐτὸ σφόδρα τερπνός·

ὃν οὐχ ἑώρακα, ἀλλ’ ἤκουσα, καὶ ἐτρώθην

πρὸς τὴν ἰδέαν τοῦ ἔχοντος φύσιν ἀνείδεον.

Τὸν Δαυίδ ποτε ἰδοῦσα στέργει Μελχόλ· (5)

ἐγὼ δὲ μὴ κατιδοῦσα τὸν ἐκ Δαυὶδ ποθῶ καὶ στέργω·

ἐκείνη τὰ βασίλεια πάντα παρέδραμε

καὶ τῷ Δαυὶδ πτωχεύοντι ποτὲ προσέδραμεν·

κἀγὼ τὸν ἄδικον πλοῦτον ὑπερορῶ καὶ ὠνοῦμαι

τὸ μύρον τῷ καθαίροντι τὴν ψυχήν μου (10)

τοῦ βορβόρου τῶν ἔργων μου.»


(12.) Ῥημάτων δὲ τὸν εἱρμὸν σιωπῇ διέτεμε

καὶ ἔλαβεν ἡ σεμνὴ τὸ τερπνὸν μύρον αὐτῆς

καὶ εἰς τὸν θάλαμον εὑρέθη τοῦ Φαρισαίου

τρέχουσα, ὥσπερ κληθεῖσα, μυρίσαι τὸ ἄριστον.

Ὁ δὲ Σίμων θεωρήσας τοῦτο αὐτό, (5)

τὸν δεσπότην καὶ τὴν πόρνην καὶ ἑαυτὸν ἤρξατο ψέγειν,

τὸν μὲν ὡς ἀγνοήσαντα τὴν προσεγγίσασαν,

τὴν δὲ ἀναισχυντήσασαν καὶ προσκυνήσασαν,

καὶ ἑαυτὸν ὡς ἀσκέπτως δεξάμενον τοὺς τοιούτους,

καὶ μάλιστα τὴν κράζουσαν· «Ἐξελοῦ με (10)

τοῦ βορβόρου τῶν ἔργων μου.»


(13.) Ὢ ἄγνοια. Τί φησιν; «Τοῦτο μὲν ἐτέλεσα·

ἐκάλεσα Ἰησοῦν ὥς τινα τῶν προφητῶν,

καὶ οὐκ ἐνόησεν· ἣν ἕκαστος ἡμῶν οἶδεν,

οὗτος κα<ὶ ο>ὐκ ἔγνω· εἰ ἦν γὰρ προφήτης, ἐγίνωσκεν.»

Ὁ ἐτάζων δὲ καρδίας καὶ τοὺς νεφρούς, (5)

θεωρῶν τοῦ Φαρισαίου τοὺς λογισμοὺς ἐξαλλομένους,

εὐθέως τούτῳ γίνεται ῥάβδος εὐθύτητος,

«Ὦ Σίμων, λέγων, ἄκουσον τὸ τῆς χρηστότητος

τῆς ἐπὶ σὲ γενομένης καὶ ἐπὶ ταύτην ἣν βλέπεις

κλαυθμῷ βοῶσαν· Κύριε, λύτρωσαί με (10)

τοῦ βορβόρου τῶν ἔργων μου.


(14.) Μεμπτέος σοι ἔδοξα ἐπειδὴ οὐκ ἤλεγξα

τὴν σπεύδουσαν ἐκφυγεῖν τῶν αὐτῆς ἀνομιῶν·

ἀλλ’ οὐ καλῶς, Σίμων, οὐκ εὔλογος ἡ μομφή σου·

σύγκρινον τοῦτο ὃ θέλω εἰπεῖν σοι, καὶ δίκασον.

Ὀφειλέται δύο ἧσαν τῷ δανειστῇ, (5)

ὁ μὲν εἷς πεντακοσίων, ἕτερος δὲ πενῆντα μόνον,

καὶ τούτοις ἀπορήσασι πρὸς τὴν ἀπόδοσιν

ὁ χρήσας ἐχαρίσατο ὅ τι ἐχρήσατο.

Τίς οὖν αὐτὸν ἐκ τῶν δύο ποθήσει πλέον, εἰπέ μοι;

Τίς ὤφειλε βοᾶν αὐτῷ· ‘Ἔσωσάς με (10)

τοῦ βορβόρου τῶν ἔργων μου’;»


(15.) Ἀκούσας δὲ ὁ σοφὸς φαρισαῖος ἔφησε·

«Διδάσκαλε, ἀληθῶς φανερὸν πᾶσίν ἐστιν

ὅτι πλειότερον ὀφείλει τοῦτον ποθῆσαι

ᾧ περισσότερον χρέος ὁ χρήσας κεχάρισται.»

Ὁ δὲ Κύριος πρὸς ταῦτα εἶπεν αὐτῷ· (5)

«Ὀρθῶς ἀπεκρίθης, Σίμων· οὕτως ἐστὶ καθάπερ λέγεις·

ὃν σὺ γὰρ οὐκ ἐπήλειψας αὕτη ἐμύρισεν·

ὃν ὕδασιν οὐκ ἔνιψας αὕτη τοῖς δάκρυσιν·

ὃν οὐκ ἠσπάσω φιλήσας καταφιλοῦσά με κράζει·

‘Ἐκράτησα τοὺς πόδας σου, μὴ ἐμπέσω (10)

τῷ βορβόρῳ τῶν ἔργων μου.’


(16.) Νῦν ὅτε σοι ἔδειξα τὴν ποθοῦσάν με στοργῇ,

διδάξω σε, βέλτιστε, τίς ἐστιν ὁ δανειστής,

καὶ ὑποδείξω σοι τοὺς τούτου χρεωφειλέτας,

ὧν εἷς ὑπάρχεις, καὶ αὕτη ἣν βλέπεις δακρύουσαν·

δανειστὴς δὲ ἀμφοτέρων πέλω ἐγώ, (5)

καὶ οὐ μόνον ἀμφοτέρων, ἀλλὰ καὶ τῶν ἀνθρώπων πάντων

ἐγὼ γὰρ πᾶσιν ἔχρησα ταῦτα ἃ ἔχουσιν,

πνοήν, ψυχὴν καὶ αἴσθησιν, σῶμα καὶ κίνησιν·

τὸν δανειστὴν οὖν τοῦ κόσμου, ἐν ὅσῳ ἔχεις, ὦ Σίμων,

ἱκέτευσον καὶ βόησον· ‘Λύτρωσαί με (10)

τοῦ βορβόρου τῶν ἔργων μου.’


(17.) Οὐ δύνασαι δοῦναί μοι ἅπερ ἐποφείλεις μοι·

κἂν σίγησον, ἵνα σοι χαρισθῇ ἡ ὀφειλή·

μὴ καταδίκαζε τὴν καταδεδικασμένην,

μὴ εὐτελίσῃς τὴν εὐτελισμένην, ἡσύχασον·

οὐ τῶν σῶν, οὐδὲ τῶν ταύτης βούλομαί τι· (5)

χρεωλύτης ἀμφοτέρων ἐγὼ εἰμί, μᾶλλον δὲ πάντων·

νομίμως, Σίμων, ἔζησας, ἀλλ’ ἐχρεώστησας·

ἐλθὲ οὖν πρὸς τὴν χάριν μου ἵν’ ἀποδώσῃς μοι·

ἴδε τὴν πόρνην ἣν βλέπεις καθάπερ τὴν ἐκκλησίαν

βοῶσαν· ‘Ἀποτάσσομαι, ἐμφυσῶσα (10)

τῷ βορβόρῳ τῶν ἔργων μου.’


(18.) Ὑπάγετε, τὸ λοιπὸν τῶν χρεῶν ἐλύθητε·

πορεύθητε, ἐνοχῆς παρεκτὸς πάσης ἐστέ·

ἠλευθερώθητε, μὴ πάλιν ὑποταγῆτε·

τοῦ χειρογράφου σχισθέντος, μὴ ἄλλο ποιήσητε.»

Τὸ αὐτὸ οὖν, Ἰησοῦ μου, λέξον κἀμοί, (5)

ἐπειδή σοι ἀποδοῦναι ἃ χρεωστῶ οὐκ ἐξισχύω·

σὺν τόκῳ γὰρ ἀνήλωσα καὶ τὸ κεφάλαιον·

διὸ μὴ ἀπαιτήσῃς με ὅσον παρέσχες μοι,

τοῦ τῆς ψυχῆς κεφαλαίου καὶ τῆς σαρκός μου τὸν τόκον·

κουφίσας με ὡς εὔσπλαγχνος, ἄνες, ἄφες (10)

τοῦ βορβόρου τῶν ἔργων μου.


***


Παραθέτω παρακάτω ένα δείγμα της υποδειγματικής – πραγματικά – γαλλικής μετάφρασης (σε πεζό) των οἴκων (5.), (9.) και (10.) του José Grosdidier de Matons.



Romanos le Mélode, Sur la prostituée


(extraits)



(5.) « Je m’en vais à lui, car c’est pour moi qu’il est venu. Je laisse mes anciens amis, car celui d’aujourd’hui je le désire passionnément, et puisq’il m’aime, à lui mon parfum et mes caresses. Je pleure ; je soupire et je cherche – mais de la bonne manière –, à le persuader de m’aimer. Le désir du désiré me transforme, et j’aime mon amant comme il veut être aimé. Je me prosterne en gémissant, c’est là ce qu’il veut ; je cherche le silence et la retaite, c’est là ce qui lui plaît. Je romps avec le passé pour plaire à l’ami nouveau, en un mot je souffle, pour y renoncer, sur le bourbier de mes œuvres. »


(9.) « La fidèle, prenant courage à ces paroles, se hâte d’acheter le parfum. Elle s’en va dire au parfumeur : ‘Donne-moi, si tu as, un parfum digne de mon ami, celui que j’aime avec raison, avec pureté, qui m’enflammée tout entière, reins au cœur. Qu’il ne soit pas question du prix : qu’as-tu à hésiter ? Je suis prête à donner, s’il le faut, jusqu’à ma peau et à mes os, pour avoir de quoi payer celui qui accourt me purifier de la lie bourbeuse de mes œuvres.’»


(10.) « L’autre, voyant la ferveur et l’élan de la sainte, lui demande : ‘Dis-moi, qui est celui que tu chéris, pour t’enflammer d’amour à ce point ? Est-il vraiment digne en quelque chose de mon parfum que voici ?’ Aussitôt la sainte élève la voix et crie avec assurance au fabricant d’aromates : ‘Que me dis-tu là, toi ? S’il en est digne ? Rien ne digne de sa dignité ! Rien, ni ciel ni terre, ni le monde tout entier, n’est comparable à celui-là qui accourt me délivrer du bourbier de mes œuvres. »




Το κείμενο και η μετάφραση προέρχονται από την παρακάτω έκδοση: Romanos le Mélode, Hymnes, vol. III, Introduction, texte critique, traduction et notes par José Grosdidier de Matons, Paris, 1965.

Κυριακή 24 Μαΐου 2009

Ἡ Ἀποκάλυψις τοῦ Μπααλμπὲκ

Albrecht Dürer, The Four Horsemen of the Apocalypse




[Ἐπιγραφή]. Τῆς Σιβύλλης, ἥτις δι’ ἀποκαλύψεως τὸ ὅραμα τῶν ἑκατὸν κριτῶν τῆς μεγάλης πόλεως Ῥώμης διεσάφησεν.


Παραγενομένης τῆς Σιβύλλης ἐν τῇ Ῥώμῃ ὑπήντησεν αὐτῇ πᾶσα ἡ πόλις ἀπὸ μεγάλου ἕως μικροῦ. οἱ δὲ ἑκατὸν κριταὶ ὑπήντησαν αὐτῇ λέγοντες· ‘ἡ σοφία καὶ ἡ σύνεσις τῆς βασιλείας σου μεγάλη ἐστίν. νῦν διασαφήνισον τὸ ὅραμα ὃ εἴδαμεν σήμερον [οἱ ἑκατὸν κριταί]· καὶ οὐ δυνάμεθα διασαφηνίσαι αὐτὸ καὶ τὴν σύγκρισιν αὐτοῦ οὐ δυνάμεθα γνωρίσαι.’ ἀποκριθεῖσα δὲ ἡ Σίβυλλα ἔφη αὐτοῖς· ‘ἀπέλθωμεν ἐν τῷ Καπετωλίῳ τῆς μεγάλης πόλεως Ῥώμης· καὶ γενηθήτω τὸ τριβουνάλιον.’ καὶ ἐγένετο καθὼς συνέταξεν αὐτοῖς.

Καὶ ἔφη πρὸς αὐτούς· ‘ἀπαγγείλατέ μοι τὸ ὅραμα ὃ εἴδατε, καὶ τὴν σύγκρισιν αὐτοῦ διασαφηνίσω ὑμῖν.' καὶ καθίσασα ἡ Σίβυλλα ἐν τῷ Καπετωλίῳ ἔσωθεν τῶν ἐλαιῶν ἀπεκρίθη αὐτοῖς λέγουσα· ‘τί εἴδατε ἀπαγγείλατέ μοι'. καὶ ἀποκριθέντες οἱ ἑκατὸν κριταὶ λέγουσι πρὸς αὐτήν· ‘εἴδαμεν ὅτι ἐννέα ἥλιοι ἔλαμψαν ἐπὶ τὴν γῆν.’ καὶ ἀποκριθεῖσα ἡ Σίβυλλα ἔφη αὐτοῖς· ‘οἱ ἐννέα ἥλιοι ἐννέα γενεαί εἰσιν.’ λέγουσι πρὸς αὐτήν· 'οὕτως δεῖ γενέσθαι, κυρία ἡμῶν, πάντα ὅσα εἴδαμεν ἐν τῷ ὁράματι ἀπαγγελῶμέν σοι.' καὶ ἀποκριθεῖσα ἡ Σίβυλλα εἶπεν· ‘οὕτως δεῖ γενέσθαι.’ καὶ λέγουσιν αὐτῇ οἱ κριταί· ‘ὣς εἴδαμεν τὸ ὅραμα, οὕτως καὶ ἀπαγγελῶμέν σοι.’ λέγει αὐτοῖς ἡ Σίβυλλα· ‘πῶς γὰρ εἴδατε;’ λέγουσιν αὐτῇ ἐκεῖνοι· ‘εἴδαμεν οὕτως· ὅτι ὁ πρῶτος ἥλιος πολυποίκιλος, ἀκτινολαμπής, φωτεινότατος, παμμεγέθης, λαμπρὸς σφόδρα. ὁ δεύτερος ἥλιος ὑπέρλαμπρος, παμμεγέθης, πολυποίκιλος, ἀκτινολαμπής. ὁ τρίτος ἥλιος αἱματοειδής, ταρταροειδής, παμμεγέθης, πῦρ φλέγον. ὁ τέταρτος ἥλιος αἱματοειδής, ταρταροειδής. ὁ πέμπτος ἥλιος αἱματοειδής, φωτεινότατος, ἀπαστράπτων ὡς ἐν βροντῇ ὑετοῦ. ὁ ἕκτος ἥλιος ὀμιχλοφανής, χιονοειδής, αἱματοειδής. ὁ ἕβδομος ἥλιος ταρταροειδής, αἱματοειδής, φοβερός. ὁ ὄγδοος ἥλιος ἀκτινολαμπὴς ὥστε ἔχειν αὐτὸν ἐν μέσῳ χεῖρας. ὁ ἔνατος ἥλιος ὑπὲρ τοὺς ἄλλους ταρταροειδής, ἀπαύγασμα ἔχων.’

Καὶ ἀποκριθεῖσα ἡ Σίβυλλα εἶπεν· ‘οἱ ἐννέα ἥλιοι ἐννέα γενεαί εἰσιν. ὁ μὲν πρῶτος ἥλιος πρώτη γενεά ἐστιν· ἄνθρωποι ἄκακοι, πολυχρόνιοι, ἐλεύθεροι, ἀληθεῖς, πραεῖς, ἐπιεικεῖς, ἀγαπῶντες ἀλήθειαν. ὁ δεύτερος ἥλιος δευτέρα γενεά ἐστιν, καὶ αὐτοὶ ἄνθρωποι ἀληθινοί, πραεῖς, φιλόξενοι, ἄκακοι, ἀγαπῶντες τῶν ἐλευθέρων τὸ γένος. ὁ τρίτος ἥλιος τρίτη γενεά ἐστιν· ἀναστήσεται βασιλεία ἐπὶ βασιλείαν, ἔθνος ἐπὶ ἔθνος, γενήσονται πόλεμοι, πλὴν φιλόξενοι καὶ ἐλεήμονες ἔσονται ἐν τῇ Ῥωμαίων πόλει. ὁ τέταρτος ἥλιος τετάρτη γενεά ἐστιν· θεότητος γονὴ φανήσεται ἐν μεσημβρίᾳ· ἐγερθήσεται γὰρ γυνὴ ἐκ τῆς Ἑβραΐδος χώρας ὀνόματι Μαρία καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. καὶ λύσει τὸν νόμον τῶν Ἑβραίων καὶ ἴδιον νόμον στήσει, καὶ βασιλεύσει ὁ νόμος αὐτοῦ. καὶ ἀνοιγήσονται αὐτῷ οἱ οὐρανοί, καὶ φωνὴν λήψεται, καὶ στρατιαὶ ἀγγέλων τὸν θρόνον αὐτοῦ βαστάσουσιν, καὶ τὰ ἑξαπτέρυγα τὰ ἴχνη τῶν ποδῶν αὐτοῦ προσκυνήσουσιν. καὶ λήψεται ἄνδρας ἀπὸ τῆς Γαλιλαίας καὶ νομοθετήσει καὶ εἴπῃ πρὸς αὐτούς· Τὸν λόγον, ὃν ἐλάβετε παρ’ ἐμοῦ, κηρύξατε αὐτὸν τοῖς ἔθνεσι τῶν ἑβδομήκοντα δύο γλωσσῶν.’

Καὶ λέγουσιν αὐτῇ οἱ ἱερεῖς τῶν Ἑβραίων· ‘φρικωδεστάτη δέσποινα ἡμῶν, ἐρωτῆσαί σε ζητοῦμεν.’ καὶ ἀποκριθεῖσα ἡ Σίβυλλα λέγει πρὸς αὐτούς· ‘ὃ βούλεσθε ἀπαγγείλατέ μοι.’ καὶ λέγουσι πρὸς αὐτὴν ἐκεῖνοι· ‘ἀκοὴν ἠκούσαμεν ἀπὸ τῶν ἐθνῶν ὅτι ὁ θεὸς τῶν οὐρανῶν υἱὸν μέλλει τίκτειν. πιστεύεις ὅτι τοῦτο γίνεται, κυρία ἡμῶν;’ λέγει ἡ Σίβυλλα πρὸς αὐτούς· ‘ὑμεῖς οὐ πιστεύετε ὄντες ἱερεῖς τῶν Ἑβραίων;’ λέγουσιν αὐτῇ· ‘ἡμεῖς οὐ πιστεύομεν ὅτι ὁ θεὸς υἱὸν μέλλει τίκτειν. καὶ γὰρ λόγον ἔδωκε τοῖς πατράσιν ἡμῶν τοῦ μὴ ἆραι τὴν χεῖρα αὐτοῦ ἀφ’ ἡμῶν.’ λέγει αὐτοῖς ἡ Σίβυλλα· ‘ὁ νόμος οὗτος σκόλοψ ὑμῖν ἐστιν.’ καὶ λέγουσιν αὐτῇ. ‘καὶ τί λέγεις, δέσποινα ἡμῶν, περὶ τοῦ ζητήματος τούτου;’

Καὶ ἀποκριθεῖσα ἡ Σίβυλλα εἶπε πρὸς αὐτούς· ‘ὁ θεὸς τῶν οὐρανῶν υἱὸν μέλλει τίκτειν, ὃς ὅμοιος τῷ πατρὶ ἔχει εἶναι καὶ ὁμοίωμα νηπίου λήψεται. καὶ ἀναστήσονται κατ’ αὐτοῦ βασιλεῖς, Ἀλέξανδρος, Σέλευκος καὶ Ἡρώδης, οἱ μὴ δυνάμενοι σῶσαι ἑαυτούς. ποιήσουσι διωγμοὺς πολλοὺς εἰς τὴν Ἰουδαίαν χώραν καὶ φονεύσουσι νήπια μετὰ τῶν γονέων αὐτῶν ὥστε τὸν Ἰορδάνην ποταμὸν αἵματι συγκερασθῆναι· καὶ οὐδὲν ὠφελήσουσιν. καὶ μετὰ ταῦτα πολλὰς θεραπείας ποιήσει ὁ ἐπὶ ξύλου μέλλων σταυρωθῆναι. καὶ ὡς θυσιάσουσι .... τοὺς βωμοὺς αὐτῆς, ἀκούσωσι τὰ σημεῖα αὐτοῦ ἃ ἐποίησεν εἰς τὴν Ἰουδαίαν χώραν. καὶ ἀναστήσεται βασιλεὺς ὀνόματι Αὔγουστος ἀπὸ τῆς Φρυγίας καὶ βασιλεύσει ἐν τῇ Ῥώμῃ· καὶ ὑποταγήσεται αὐτῷ πᾶσα ἡ οἰκουμένη. καὶ ἕκαστος βασιλεὺς Ῥωμαίων τὸ ὄνομα αὐτοῦ κληθήσεται [Αὔγουστος]. τὸ ξύλον τὸ τρισμακάριστον, ἐν ᾧ Χριστὸς μέλλει τανύεσθαι .... καὶ μετὰ ταῦτα συναχθήσονται τῶν Ἰουδαίων οἱ ὄχλοι, καὶ ὁ μέλλων ἐπὶ ξύλου κρεμασθῆναι ποιήσει σημεῖα καὶ θεραπεύσει πολλούς. κρεμάσουσι τρεῖς μετ’ αὐτοῦ ἐπὶ ξύλου καὶ καλάμῳ

νύξουσιν αὐτοῦ τὴν πλευρὰν καὶ οὐδὲν ἀδικήσουσιν αὐτόν.

Ἐν δὲ τῇ πέμπτῃ γενεᾷ ἀναστήσονται τρεῖς βασιλεῖς, Ἀντίοχος, Τιβέριος καὶ Γάϊος, καὶ πολλοὺς διωγμοὺς ποιήσουσι διὰ τὸν ἐν ξύλῳ σταυρωθέντα. καὶ ἀνοικοδομήσουσι τὰ ἱερὰ Ἡλίου πόλεως καὶ τοὺς βωμοὺς τοῦ Λιβάνου. καὶ οἱ ναοὶ τῆς πόλεως ἐκείνης παμμεγέθεις εἰσὶ καὶ εὐπρεπεῖς ὑπὲρ πάντα ναὸν τῆς οἰκουμένης. Ἐν δὲ τῇ ἕκτῃ γενεᾷ ἀναστήσονται δύο βασιλεῖς ὀλιγοχρόνιοι καὶ ποιήσουσι διωγμοὺς πολλοὺς κατὰ τῶν Χριστιανῶν. καὶ οἱ ἄρχοντες αὐτῶν κρινοῦσι καὶ ἀπολέσουσι τὰ τάγματα τῶν συγκλητικῶν καὶ θανατώσουσιν αὐτοὺς διὰ τὸ ὄνομα τοῦ Χριστοῦ καὶ οὐδὲν ὠφελήσουσιν. καὶ μετὰ ταῦτα ἀναστήσεται βασιλεὺς ὀνόματι Κωνσταντῖνος, φοβερὸς καὶ κραταιὸς πολεμιστής, καὶ λύσει πάντας τοὺς ναοὺς τῶν ἐθνῶν καὶ τοὺς βωμοὺς τοῦ Λιβάνου καὶ τὰς θυσίας αὐτῶν καὶ ταπεινώσει τοὺς Ἕλληνας. καὶ φανήσεται αὐτῷ σημεῖον ἐν τῷ οὐρανῷ, καὶ ἐπιζητήσει ἡ μητὴρ αὐτοῦ Ἑλένη τὸ ξύλον τοῦ σταυροῦ, ὅπου ὁ Χριστὸς μέλλει σταυρωθῆναι, ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, εἰς τὴν Ἰουδαίαν γῆν. καὶ ἀνοικοδομήσει Βυζάντιον, καὶ ἀλλαγήσεται τὸ ὄνομα τῆς πόλεως ἐκείνης, καὶ κληθήσεται Εὐδοκόπολις Κωνσταντίνου πόλις. καὶ ἐνοικήσουσιν ἐν αὐτῇ πᾶσαι αἱ φυλαὶ τῶν ἑβδομήκοντα δύο γλωσσῶν. μὴ καυχῶ, Βυζαντία πόλις, τρὶς γὰρ ἑξηκοστὸν τῶν ἐτῶν σου οὐ μὴ βασιλεύσεις.

Καὶ μετὰ ταῦτα ἀναστήσονται τρεῖς βασιλεῖς, Οὐάλης, ἔγγων Κωνσταντίου, Βαλεντ<ιν>ιανὸς καὶ Ἰουβιανὸς, καὶ ποιήσουσι διωγμοὺς πολλούς· καὶ ἐξ αὐτῶν εἷς πυρ<ὶ> ἀναλωθήσεται, καὶ οὐ μὴ ἀδικήσουσιν οἱ βάρβαροι τὰς πόλεις τῆς Ῥωμανίας. καὶ μετὰ ταῦτα ἀναστήσονται βασιλεῖς δύο, Μαρκιανὸς καὶ Θεοδόσιος, δυνάσται κραταιοί, πολεμισταὶ καὶ δικαιοκρίται, διδάσκαλοι τῆς πίστεως, καὶ λύσουσι τοὺς καταλειφθέντας ναοὺς τῶν Ἑλλήνων, καὶ γενήσονται οἱ ναοὶ τῶν ἐθνῶν εἰς τάφους τῶν ἁγίων.

Ἐν δὲ τῇ ἑβδόμῃ γενεᾷ, βασιλεύοντος Ἀρκαδίου καὶ Ὁνωρίου, γίνεται Ῥώμη ῥύμη καὶ πόλις ῥύμης. ἐν Φρυγίᾳ αἰχμαλωσίαι γίνονται, Παμφυλία ἐρημωθήσεται. καὶ μετὰ ταῦτα ἀναστήσονται δύο βασιλεῖς, Θεοδόσιος καὶ Οὐαλεντινιανός, πραεῖς, ἐπιεικεῖς, καὶ ἀναστήσουσιν ἐπ’ αὐτῶν πόλεμον ἐπὶ πόλεμον. Συρία αἰχμαλωτισθήσεται, εἶθ’ οὕτως ἀναστήσεται τυράννων γένος ἰσχυρὸν, καὶ λῃστεύσουσιν τὸν Ταῦρον τῆς Ἀνατολῆς καὶ τὸν Ἀντίταυρον τῆς Ἀρμενίας καὶ τὸν Λίβανον, καὶ οὐ μὴ ἀνανεωθῶσιν αἱ πόλεις αἷς παρῴκησαν τὸ πρότερον. καὶ ἀναστήσονται οἱ Πέρσαι πρὸς κραταιὸν πόλεμον καὶ ὀλισθήσονται ὑπὸ Ῥωμαίων καὶ δώσουσιν εἰρήνην ἐπὶ ἔτη τεσσαράκοντα. καὶ εἰσέλθῃ ἀνὴρ πρόπιος πολεμιστής <εἰς Ἱερόπολιν> καὶ συντρίψει τὰ ἱερὰ τῶν πόλεων καὶ τοὺς βωμοὺς τοῦ Λιβάνου. καὶ ἔλθῃ ἀκρὶς καὶ βροῦχος πολύς, καὶ καταφάγωσι τὸν κόπον τῆς Συρίας καὶ Καππαδοκίας, καὶ λιμάξει Καππαδοκία. καὶ μετὰ ταῦτα γενήσεται εὐθηνία. τότε γονεῖς τέκνα ἀρνήσονται καὶ τέκνα γονεῖς. ἀδελφὸς ἀδελφὸν παραδώσει εἰς θάνατον. ἀδελφὸς ἀδελφῇ συγκοιμηθήσεται καὶ πατὴρ θυγατρὶ συγγενήσεται, νεώτεροι γραίας λάβωσιν. ἐπίσκοποι φάρμακοι ἔσονται καὶ πρεσβύτεροι πορνεύσουσιν. καὶ αἱματοχυσίαι γενήσονται εἰς <τὴν γῆν καὶ> τοὺς ναοὺς τῶν ἁγίων στρατιαὶ βδελύξουσιν. καὶ ἔσονται μοιχεῖαι, πορνεῖαι, ἀνδρομανίαι, καὶ τὰ σχήματα αὐτῶν εἰς ἀτιμίαν καλέσουσιν. ἔσονται δὲ πλεονέκται, ἅρπαγες, φιλόχρυσοι, ὑπερήφανοι καὶ ἀλαζόνες. καὶ κατὰ τόπον προβάτων καὶ βοῶν θνῆσις γενήσεται. Θρᾴκη ἐρημωθήσεται ὑπὸ βαρβάρων προδοσίᾳ τῶν Ῥωμαίων καὶ διὰ τὴν πολλὴν αὐτῶν φιλαργυρίαν. καὶ μετὰ ταῦτα ἀναστήσεται Μαρκιανὸς καὶ γενήσονται πόλεμοι. καὶ ἀναστήσεται ἀπὸ Ἀφρικῆς τύραννος ὀνόματι Γιζέριχος καὶ αἰχμαλωτεύσει τὴν Ῥώμην καὶ οὐκ ἀποφθαρῇ ἀπὸ τῶν προμάχων ἕως πληρωθῇ ὁ χρόνος τῆς ζωῆς αὐτοῦ· σταθήσεται δὲ ἡ βασιλεία αὐτοῦ ἔτη τριάκοντα. καὶ ταπεινώσει τὴν Ῥώμην διὰ τὴν πολλὴν αὐτῆς φιλαργυρίαν. καὶ οὐ βασιλεύσει ἡ Ῥώμη ἕως τοῦ καιροῦ τοῦ χρόνου αὐτῆς. Δαλματία καταποντισθήσεται πάνυ, Καμπανία καὶ Καλαβρία αἰχμαλωτισθήσονται.

Ἐν δὲ τῇ ὀγδόῃ γενεᾷ ἀναστήσεται βασιλεὺς θηριώνυμος. ἄρχονται ὠδῖνες τοῦ κόσμου ἐν τοῖς καιροῖς αὐτοῦ, σεισμοί, καταποντισμοὶ πόλεων καὶ χωρῶν, καὶ ἔσονται πόλεμοι καὶ καύσεις πόλεων. Θρᾴκη ἐρημωθήσεται καὶ οὐκ ἔστιν ὁ διοικῶν ἢ ὁ διατάσσων τὴν Ῥωμανίαν. Ταυροκιλικία ὑψώσει τράχηλον, ἀναστήσεται δὲ Σκύλλα, γυνὴ τοῦ θηρίου τοῦ βασιλεύοντος, καὶ γεννήσει δύο κοιλίας, ἐξ ὧν μία ἄρρενα <γεννᾷ>, καὶ καλέσουσι τὸ ὄνομα τοῦ πατρός. καὶ ἔσται καὶ αὐτὸς συγκαθήμενος τῇ θηριωνυμίᾳ τοῦ πατρὸς αὐτοῦ, μίαν ὁμοίωσιν ἐπὶ τῆς γῆς βασιλείας ἔχοντες. ἐν δὲ τῇ βασιλείᾳ αὐτοῦ φαίνεται Ἴσαυρος. καὶ προσκυνεῖται οὗτος ὑπὸ τοῦ πατρός. καὶ τότε εἴπωσιν ἐκεῖνοι λόγον βλασφημίας εἰς τὸν υἱὸν καθὼς ἔστιν. καὶ διὰ τοῦ λόγου αὐτοῦ κατενεχθῇ σφόδρα ἀπὸ τοῦ θρόνου αὐτοῦ ὁ πατὴρ αὐτοῦ, κρατήσει δὲ ἡ ἐξουσία καὶ ἡ δυναστεία τῆς κοιλίας ἔτη πεντήκοντα δύο. καὶ μετὰ ταῦτα γενηθῇ Ἴσαυρος βασιλεὺς καὶ ἔσται μισῶν τοὺς τῆς πόλεως αὐτοῦ καὶ φύγῃ <εἰς> τὴν χώραν αὐτοῦ. καὶ ἀναστήσεται ἄλλος βασιλεύς, οὗτινος τὸ ὄνομά ἐστι τοῦ θηρίου συρτοῦ. Γράφεται δὲ τὸ ὄνομα τοῦ θηρίου ἀπὸ τοῦ δευτέρου γράμματος· ὅ ἐστι Βασιλίσκος. καὶ λαλήσει βλασφημίαν κατὰ τοῦ θεοῦ τοῦ ὑψίστου, καὶ διὰ τὴν βλασφημίαν αὐτοῦ ἀπὸ γυναικὸς χλευασθεὶς κακῶς ἀπολεῖται καὶ αὐτὸς καὶ πᾶσα ἡ συγγένεια αὐτοῦ. καὶ μετὰ ταῦτα ὑποστρέψει Ἴσαυρος εἰς τὴν βασιλείαν αὐτοῦ, πλὴν οὐκ ἔστι διδομένη ἐξ οὐρανοῦ ἡ βασιλεία αὐτοῦ. ἔστι δὲ τὸ ὄνομα αὐτοῦ ἐν γράμμασι Ῥωμαϊκοῖς εἰς τὸ τέλος τοῦ ἀλφαβήτου, γραφόμενον δὲ Γραικῶς ἀπὸ τοῦ ἑβδόμου γράμματος· οὗτινος τὸ ὄνομά ἐστι Γραικολατῖνον. καὶ ἔσται ἡ βασιλεία αὐτοῦ δυνατή, ἀρέσκουσα παντὶ τῷ λαῷ. φιλῶν τοὺς πένητας δυνάστας καὶ πλουσίους ταπεινώσει. καὶ μετὰ ταῦτα ἀναστήσεται ἄλλος βασιλεὺς ἀπὸ δυσμῶν πόλεως Ἐπιδάμνου, ὅ ἐστι Λατίνως Δυρραχίου· τὸ δὲ ὄνομα τοῦ βασιλέως κεκρυμμένον ἐστὶ τοῖς ἔθνεσιν, ὁμοιοῖ δὲ τὸ ὄνομα αὐτοῦ τῇ ἡμέρᾳ τῇ ἐσχάτῃ, γράφεται δὲ ἀπὸ τοῦ γράμματος τοῦ ὀκτωκαιδεκάτου. ὅταν δὲ λάβῃ τὴν βασιλείαν αὐτοῦ, κληθήσεται Ἀναστάσιος. ἔστι δὲ φαλακρός, εὐπρεπής, ὡς ἄργυρος τὸ μέτωπον αὐτοῦ, τὴν δεξιὰν χεῖραν ἔχων μακράν, γενναῖος, φοβερός, μεγαλόψυχος καὶ ἐλεύθερος, μισῶν πάντας τοὺς πτωχούς. πολλοὺς δὲ τοῦ λαοῦ ἀπολέσει δικαίως ἀδίκως καὶ καθελεῖ τοὺς τηροῦντας θεοσέβειαν. καὶ ἀναστήσονται ἐν τοῖς καιροῖς αὐτοῦ οἱ Πέρσαι καὶ καταστρέψουσι τὰς πόλεις τῆς Ἀνατολῆς μετὰ τοῦ πλήθους τῶν στρατιωτῶν τῆς Ῥωμανίας μαχαίρᾳ. καὶ βασιλεύσει ἔτη τριάκοντα ἕν.

Καὶ μετὰ ταῦτα ἔσονται οἱ ἄνθρωποι ἅρπαγες, πλεονέκται, τύραννοι, βάρβαροι, μισομήτορες [τὰς ἰδίας πατρίδας] καὶ <ἀντὶ> τῆς ἀρετῆς καὶ τῆς ἐπιεικείας βαρβάρων σχῆμα ἀναλαβόντες. λῃστεύσουσι τὰς ἰδίας πατρίδας, καὶ οὐκ ἔστιν ὁ ἀντεχόμενος τοῖς ποιήμασι καὶ τοῖς ἔργοις αὐτῶν, ἐργαζόμενοι τὴν γῆν αὐτῶν διὰ τὴν πολλὴν αὐτῶν φιλαργυρίαν. ἐν δὲ τῇ ἐνάτῃ γενεᾷ κολοβωθησόνται τὰ ἔτη ὡσεὶ μῆνες καὶ οἱ μῆνες ὡσεὶ ἑβδομάδες καὶ ἑβδομάδες ὡς ἡμέραι καὶ ἡμέραι ὡσεὶ ὧραι. καὶ ἀναστήσονται δύο βασιλεῖς ἀπὸ Ἀνατολῆς καὶ δύο ἀπὸ Συρίας, καὶ ἔσονται οἱ Ἀσσύριοι ὡς ἡ ἄμμος τῆς θαλάσσης ἀναρίθμητοι καὶ παραλάβωσι πολλὰς χώρας τῆς Ἀνατολῆς ἕως Χαλκηδονίας. καὶ γενήσονται αἱματοχυσίαι πολλαὶ ὥστε γενέσθαι τὸ αἷμα εἰς τὸ στῆθος τῶν ἵππων τοῦ συγκερασθῆναι τὴν θάλασσαν. καὶ αἰχμαλωτεύσουσι καὶ ἐμπυρίσουσι τὰς πόλεις καὶ σκυλεύσουσι τὴν Ἀνατολήν. καὶ μετὰ ταῦτα ἀναστήσεται ἄλλος βασιλεὺς ἀπὸ Ἀνατολῆς, οὗτινος τὸ ὄνομά ἐστι † Ὀλιβός. οὗτος λαμβάνει τοὺς τέσσαρας βασιλεῖς τοὺς πρὸ αὐτοῦ καὶ ἀποκτενεῖ αὐτούς. καὶ δώσει ἀτέλειαν τοῦ μὴ παρασχέσθαι δημόσιον τέλος καὶ ἀνανεώσει πάντας τοὺς λαοὺς τῆς Ἀνατολῆς πάσης καὶ τῆς Παλαιστίνης. καὶ μετὰ ταῦτα ἀναστήσεται ἄλλος βασιλεὺς μορφὴν ἔχων ἠλλοιωμένην καὶ βασιλεύσει ἔτη τριάκοντα καὶ ἀνοικοδομήσει τοὺς βωμοὺς τῆς Αἰγύπτου. καὶ πολεμήσει τὸν βασιλέα τῆς Ἀνατολῆς καὶ θανατώσει αὐτὸν καὶ πᾶσαν τὴν στρατιὰν αὐτοῦ καὶ κρατήσει παῖδας ἀπὸ δώδεκα ἐτῶν. καὶ κρατήσουσιν ἀσπίδας καὶ θηλάσουσι τὰς ἐχούσας τὰ βρέφη καὶ αἱμάσσουσι διὰ τὰ φάρμακα τῶν βελῶν καὶ τὰς ἀνάγκας τῶν πολέμων. οὐαὶ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ταῖς ἡμέραις ἐκείναις. καὶ γενήσονται αἱ πόλεις τῆς Ἀνατολῆς ὄρη. καὶ σταθήσεται ἀπὸ τοῦ μιαροῦ ἔθνους τῶν Καππαδόκων καὶ συρίσει καὶ εἴπῃ· ἆρά ποτε ὧδε πόλις ἦτο; καὶ μετὰ ταῦτα ἀναστήσεται γυνή· ἀπὸ δυσμῶν ἕως ἀνατολῆς ἡλίου δράμῃ καὶ οὐ μὴ ἴδῃ ἄνθρωπον, καὶ ἐπιθυμήσει ἴχνος ἀνθρώπου καὶ οὐ μὴ εὕρῃ. καὶ εὑροῦσα ἄμπελον καὶ ἐλαίαν εἴπῃ· ἆρα πού ἐστιν ὁ φυτεύσας ταῦτα; καὶ περιπλακεῖσα τοῖς δένδροις τούτοις ἀποδώσει τὸ πνεῦμα· καὶ φάγωσιν αὐτὴν λύκοι. καὶ μετὰ ταῦτα ἀναστήσεται βασιλεὺς ἀπὸ Ἡλίου πόλεως καὶ πολεμήσει τὸν βασιλέα τῆς Ἀνατολῆς καὶ θανατώσει αὐτόν. καὶ δώσει ἀτέλειαν εἰς ὅλας τὰς χώρας ἐπὶ ἔτη τρία καὶ μῆνας ἕξ, καὶ δώσει ἡ γῆ τοὺς καρποὺς αὐτῆς, καὶ οὐκ ἔστιν ὁ ἐσθίων. καὶ ἥξει ὁ ἄρχων τῆς ἀπωλείας <ὁ> ἠλλοιωμένος καὶ πατάξει καὶ θανατώσει αὐτόν. καὶ ποιήσει σημεῖα καὶ τέρατα ἐπὶ τῆς γῆς. τὸν ἥλιον ἐπιστρέψει εἰς σκότος καὶ τὴν σελήνην εἰς αἷμα. καὶ μετὰ ταῦτα αἱ πηγαὶ καὶ οἱ ποταμοὶ ξηρανθήσονται, καὶ ὁ Νεῖλος Αἰγύπτου εἰς αἷμα μεταστραφήσεται. καὶ ὀρύξουσι λάκκους οἱ περιλειφθέντες ἄνθρωποι ζητοῦντες ὕδωρ ζωῆς καὶ οὐχ εὑρήσουσιν. καὶ τότε φανήσονται δύο ἄνδρες, οἵτινες οὐκ ἔγνωσαν πεῖραν θανάτου, Ἐνὼχ καὶ Ἠλίας, καὶ πολεμήσουσι τὸν ἄρχοντα τῆς ἀπωλείας. καὶ εἴπῃ· ἤγγικεν ὁ καιρός μου, καὶ θυμωθεὶς θανατώσει αὐτούς. καὶ τότε ὁ ἐπὶ ξύλου σταυρωθεὶς ἥξει ἐξ οὐρανῶν ὡς φωστὴρ μέγας καὶ ἀστράπτων καὶ ἀναστήσει τοὺς δύο ἄνδρας ἐκείνους. καὶ πολεμήσει ὁ ἐπὶ σταυροῦ κρεμασθεὶς τὸν υἱὸν τῆς ἀπωλείας καὶ θανατώσει αὐτὸν καὶ πᾶσαν τὴν στρατιὰν αὐτοῦ. τότε καήσεται ἡ γῆ τῆς Αἰγύπτου πήχεις δώδεκα, καὶ ἡ γῆ βοήσει πρὸς τὸν θεόν· κύριε, παρθένος εἰμί. καὶ πάλιν καήσεται ἡ γῆ τῆς Ἰουδαίας πήχεις ὀκτωκαίδεκα, καὶ ἡ γῆ βοήσει πρὸς τὸν θεόν· κύριε, παρθένος εἰμί. καὶ τότε ἥξει ὁ υἱὸς τοῦ θεοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς εἰς τὸ κρῖναι τὰς ἐννέα γενεάς. καὶ τότε βασιλεύσει ὁ Χριστός, ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, μετὰ τῶν ἁγίων ἀγγέλων αὐτοῦ. ἀμήν, γένοιτο, ἀμήν.’




ORACULA TIBURTINA

A.D. 6

P.J. Alexander, The oracle of Baalbek. The Tiburtine Sibyl in Greek dress [Dumbarton Oaks Studies 10. Washington, D.C.: Dumbarton Oaks, 1967]: 9-22.

Τετάρτη 5 Νοεμβρίου 2008

Μία Βυζαντινή Ερμηνεία των Ονείρων


Από Το Ονειροκριτικόν του Αχμετ

(1.) αʹ. Πρόλογος τῶν ὀνειράτων.

Πολλὰ κοπιάσας πρὸς τὸ ἀνερευνᾶν τῷ δεσπότῃ μου τὴν ἀκριβῆ ἑρμηνείαν τῶν ὀνειράτων, καθὼς αὐτὸς δι’ ἐπιθυμίας εἶχε πολλῆς, εὗρον ἐκ τῶν ποιησάντων τὴν τοιαύτην ἀκρίβειαν κατὰ ἀλήθειαν, ἤτοι Ἰνδῶν καὶ Περσῶν καὶ Αἰγυπτίων, οἳ τὴν ἀλήθειαν ἀκριβολογησάμενοι καὶ λεπτολογήσαντες ἐξέθεντο καὶ ἐλογογράφησαν τὴν παροῦσαν ἑρμηνείαν. καὶ ἐξ ἑκάστου τούτων ἐκλεξάμενος κεφαλαιωδῶς ἐξεθέμην τῶν τριῶν τὰς κρίσεις καὶ λύσεις ἐν ἑκάστῳ κεφαλαίῳ, ὡσὰν καὶ ὁ ἐμὸς δεσπότης γνοὺς τὴν περὶ τὸ αὐτὸ κεφάλαιον ἑκάστου κρίσιν καὶ λύσιν συλλογίσηται καὶ μάθῃ τὸ ἀληθὲς καὶ πειραθῇ τοῦ γλυκέος καὶ βαθέος καὶ πεποθημένου καὶ δυνατοῦ τῆς παρούσης σοφίας, δι’ ἧς ἡ τοῦ μέλλοντος ἔκβασις προγινώσκεται


(95.) ϟεʹ. Ἐκ τῶν Ἰνδῶν περὶ καυλοῦ.

Ὁ καυλὸς εἰς τὴν φήμην καὶ τὴν δύναμιν καὶ τὰ τέκνα κρίνεται τοῦ ἀνδρός. ἐάν τις ἴδῃ, ὅτι ὁ καυλὸς αὐτοῦ ἐμεγεθύνθη καὶ ἐνεδυναμώθη, φημισθήσεται τὸ ἀξίωμα αὐτοῦ καὶ ἀρρενοτοκήσει· καὶ εἰ μέν ἐστι βασιλεὺς ὁ τοῦτο ἰδών, πρῶτον μὲν ἔσται μακρόβιος καὶ ἴδῃ τέκνον διάδοχον αὐτοῦ. ἐάν τις ἴδῃ, ὅτι τείνεται ἰσχυρῶς ὁ καυλὸς αὐτοῦ καί τις ἐλθὼν κατέσχεν αὐτόν, εἰ μέν ἐστι βασιλεύς, ἡ χώρα αὐτοῦ μεγαλύνεται καὶ ὁ κατασχὼν γνοὺς τὰ μυστήρια αὐτοῦ συνδυναστεύσει αὐτῷ· εἰ δέ ἐστι τοῦ κοινοῦ λαοῦ, αὐξήσει ἕκαστος ἐν τῷ ἐπιτηδεύματι αὐτοῦ. γυνὴ ἐὰν ἴδῃ, ὅτι ἐκτήσατο καυλόν, τέξει τέκνον ἄρσεν δοξάζον τὴν γενεὰν αὐτῆς. ἐάν τις ἴδῃ, ὅτι ἐκτήσατο δύο καυλούς, εὑρήσει τέκνον ἄρσεν μετὰ τὸ πρότερον ἄρσεν, ὃ εἶχεν· εἰ δὲ οὐκ εἶχεν, δύο ἅμα γεννήσει ἄρσενα ἤτοι δίδυμα. ἐάν τις ἴδῃ, ὅτι ἐκαυλοκοπήθη, ἀποθανεῖται ὁ υἱὸς αὐτοῦ καὶ αὐτὸς μετ’ αὐτὸν ταχέως· εἰ δὲ ἴδῃ, ὅτι οὐκ ἀπεκόπη τελείως, ἡ γυνὴ αὐτοῦ τέξει ἄρσεν καὶ ἀποθανεῖται τὸ τεχθέν, αὐτὸς δὲ θλιβήσεται καὶ πάλιν μετασκευάζεται ἡ θλῖψις αὐτοῦ. ἐάν τις ἴδῃ, ὅτι ἐμηκύνθη περισσῶς ὁ καυλὸς αὐτοῦ, χαρὰν ἴδῃ ἐν τῷ τέκνῳ αὐτοῦ καὶ ὀνομαστὸς γενήσεται καὶ μέγας. ἐὰν ἴδῃ, ὅτι ἐσμικρύνθη καὶ ἐμαράνθη ὁ καυλὸς αὐτοῦ, πτωχεύσει ἀποπεσὼν τοῦ ἀξιώματος αὐτοῦ καὶ εἰς νόσον καὶ ἀδυναμίαν τὰ τέκνα αὐτοῦ ἐλεύσονται.

(96.) ϟϛʹ. Ἐρώτημα.

Ἄνθρωπός τις νεόγαμος ἐλθὼν ἠρώτησε τὸν ὀνειροκρίτην Σηρεὶμ τοῦ Μαμοῦν· ‘εἶδον καθ’ ὕπνους, ὅτι ἀπεκόπη ἐξ ἐμοῦ τέλεον ὁ καυλός’. ὁ δὲ εἶπεν· ‘ὅτε τοῦτο ἐθεάσω, ποία ἦν τῶν ὡρῶν;’ καὶ ἀπεκρίθη· ‘ὅτι ἕκτη ἦν’. ὁ δὲ εἶπεν· ‘ἀπὸ ταύτης τῆς ὥρας ἀρίθμησον μῆνας ἓξ καὶ τῷ ἕκτῳ μηνὶ τελευτήσεις ἄτεκνος’. καὶ τελειωθέντος τοῦ ἕκτου μηνὸς ἐγένετο οὕτως.

(97.) ϟζʹ. Ἐκ τῶν Περσῶν καὶ Αἰγυπτίων περὶ καυλοῦ.

Ἐάν τις ἴδῃ, ὅτι ἐπαχύνθη καὶ ἐνεδυναμώθη ὁ καυλὸς αὐτοῦ, εἰ μέν ἐστι κεφαλὴ λαοῦ, ὁ λαὸς αὐτοῦ μέγας καὶ ἰσχυρὸς ἔσται καὶ πλούσιος, εἰ δὲ πτωχὸς ἢ τοῦ κοινοῦ λαοῦ, διαφορὰν εὑρήσει ἐν τῷ ἐπιτηδεύματι αὐτοῦ· ἐὰν δὲ ἴδῃ, ὅτι ἐμηκύνθη περισσότερον, εὑρήσει τιμὴν καὶ δόξαν καὶ πλοῦτον ἀπὸ γυναικός. ἐάν τις ἴδῃ, ὅτι ἐκαυλοκοπήθη, τιμωρηθήσεται μεγάλως καὶ πτωχεύσει· καί, ἂν εὐπορῇ ἵππων, ἀπολέσει αὐτούς. ἐάν τις ἴδῃ, ὅτι ἀνεκαλύφθη καὶ ὤφθη τισὶν ὁ καυλὸς αὐτοῦ, μωμηθήσεται καὶ ἀτιμωθήσεται καὶ θεατρισθήσεται τὸ μυστήριον αὐτοῦ. ἐάν τις ἴδῃ, ὅτι εἰς ἴδιον τόπον ἀνεκαλύφθη κατ’ ἰδίαν, μυστήριον τῆς γυναικὸς αὐτοῦ φανερωθήσεται [ἐν] αὐτῷ. ἐάν τις ἴδῃ, ὅτι δύο ἔσχε καυλούς, γυναῖκα νεωστὶ καὶ τέκνα ἕξει. ἐὰν ἴδῃ τις, ὅτι ἡ γυνὴ αὐτοῦ ἔσχε καυλόν, ἔνδοξον τέκνον ἕξει. ἐάν τις ἴδῃ, ὅτι συγκαθεύδει εὐνούχῳ γνωρίμῳ δίκην γυναικός, καὶ τὸν πλοῦτον αὐτοῦ καὶ τὰ μυστήρια αὐτοῦ καταπιστεύσει αὐτῷ· εἰ δὲ ἀγνωρίστῳ, ἀγαθοποιήσει ἐχθρὸν αὐτοῦ.


(127.) ρκζʹ. Ἐκ τῶν Ἰνδῶν περὶ γυναικῶν.

Ἐάν τις ἴδῃ κατ’ ὄναρ γραῖαν γυναῖκα εὐθαλῆ ἀγνώριστον, ἡ γραῦς αὕτη ἡ τύχη τοῦ ἀνθρώπου ἐστί· καὶ ἐὰν συνουσιάσῃ μετ’ αὐτῆς, τοσοῦτον εὐτυχήσει, ὅσον ἠγαπήθη παρ’ αὐτῆς· εἰ δὲ συνωμίλησε μόνον, τοσοῦτον τελειώσει τὴν ἐπιθυμίαν αὐτοῦ ἐν πᾶσιν, ὅσον ἠγαπήθη παρὰ τῆς γραός· εἰ δὲ γνώριμον, εἰ μέν ἐστι δυσειδής, τοσοῦτο θλιβήσεται, ὅσον συνεπλάκη μετ’ αὐτῆς, εἰ δὲ εὐειδής, μετριώτερον θλιβήσεται. ἀλλὰ καὶ ὁ γέρων ὁ ἀγνώριστος εὐειδὴς ὢν ἡ τύχη τοῦ ἀνθρώπου ἐστί, καὶ ὁ γνώριμος ὡς ἐπὶ τὸ πολὺ εἰς τύχην διακρίνεται τοῦ ἰδόντος. εἰ δὲ νεώτερος ὁ ἀγνώριστος, εἰς πρόσωπον ἐχθροῦ κρίνεται διηνεκῶς· ἀλλὰ καὶ ὁ γνώριμος ἢ εἰς αὐτὸν ἐκεῖνον ἢ εἰς ὅμοιον ἢ εἰς ὁμώνυμον αὐτῷ διακρίνεται.

Τὸ κοράσιον εἰς ἀγαθὸν μέγα καὶ εἰς χαρὰν κρίνεται ἀναλόγως τοῦ κάλλους αὐτῆς. ἐάν τις ἴδῃ περικεκαλυμμένην κόρην τὸ πρόσωπον, ὅτι ὡμίλησεν ἢ ἐλάλησεν αὐτῷ, εὑρήσει χαρὰν καὶ ἀγαθὸν κρυφίως διαλανθάνον τοὺς πολλούς. ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων γυναικῶν τῶν εἰρημένων ἐντύχῃ καὶ ἡ περικάλυψις τοῦ προσώπου εἰς τὸ κρύφιον τῆς χαρᾶς διακρίνεται. ἁπλῷ δὲ λόγῳ εἰπεῖν ἡ κρείττων κρίσις τῆς περὶ γυναικῶν χαρᾶς ἐν ταῖς θεωρουμέναις παρθένοις διακρίνεται. καὶ ἡ ἐν αὐταῖς ἀγνώριστος κρείττων ἐστὶ τῆς γνωρίμου. ἀλλὰ καὶ ἡ ἐξ ἀλοιφῆς εὐειδὴς ἰσχυροτέραν τὴν χαρὰν διακρίνει τῆς ἀκαλλωπίστου. ἀλλὰ καὶ ἡ ἀγνώριστος ἑταιρὶς τῆς γνωρίμου

καλλίων διακρίνεται.

Καὶ ὅσον συνουσιάζει τις κατ’ ὄναρ ἑταίραις γυναιξί, τοσοῦτον πλουτήσει φιλόκοσμος ὤν· ἐπὶ δὲ τῶν εὐλαβῶν καὶ ἀναχωρητῶν τοῦτο εἰς θλῖψιν κρίνεται. ἐὰν ἴδῃ τις, ὅτι συνουσίασε πόρνῃ, αὐξήσει μὲν εἰς τὸν πλοῦτον αὐτοῦ, ἐξ ἀδικίας δέ. ἐὰν ἴδῃ τις, ὅτι συνουσίασε τῇ γυναικὶ αὐτοῦ ἕτερος γνώριμος, εὑρήσει καὶ αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ καὶ οἱ συγγενεῖς παρὰ τοῦ συνουσιάσαντος πλοῦτον καὶ πᾶσαν χρείαν βοηθείας. ἐὰν δὲ μόνον ἴδῃ, ὅτι ἐφίλησεν ἢ συνωμίλησεν, οὐ μέντοι δὲ συνουσίασεν, εὑρήσουσιν ἐξ αὐτοῦ βοήθειαν διὰ λόγου μόνου. ἐὰν ἴδῃ τις, ὅτι συνουσίασε γυναικὶ ὡραίᾳ, εὑρήσει τῷ ἔτει ἐκείνῳ χαρὰν καὶ πλοῦτον· ἐὰν δὲ ἀγνώριστός ἐστι, πλέον εὑρήσει. ἐὰν ἴδῃ τις, ὅτι συνουσιάζων γυναικὶ εὗρεν αὐτὴν ὡς ἄνδρα κατὰ τὰ κρυπτά, εὑρήσει χαρὰν τοῦ ἔτους ἐκείνου καὶ τεκνώσει τέκνον ἄρσεν ἐξευγενίζον τὴν γενεὰν αὐτοῦ πᾶσαν. ἐὰν ἴδῃ τις, ὅτι ἡ ἰδία γυνὴ ἢ ἑτέρα ἢ παλλακὴ συνουσιάζουσα αὐτῷ ἐφόρει ῥυπαρὰν ἐσθῆτα, ταπεινωθήσεται οὗτος καὶ καταδουλωθήσεται τοῖς ἐχθροῖς αὐτοῦ.

Ἐάν τις ἴδῃ, ὅτι ἡ γυνὴ αὐτοῦ ἔτεκεν ἄρσεν ἐγκύμων οὖσα, τέξει θῆλυ καὶ θλιβήσεται ὁ ἰδών· εἰ δὲ οὐκ ἦν ἐγκύμων καὶ εἶδεν, ὅτι ἔτεκεν ἄρσεν, εὑρήσει θλῖψιν καὶ λύπην μεγίστην. ἐὰν δὲ ἴδῃ, ὅτι ἔτεκε θῆλυ ἐγκύμων οὖσα, τέξει ἄρσεν καὶ χαρήσεται· εἰ δὲ οὐκ ἦν ἔγκυος καὶ εἶδεν, ὅτι ἔτεκε θῆλυ, εὑρήσει θησαυρὸν καὶ πλοῦτον καὶ χαράν. ἐάν τις ἴδῃ, ὅτι ἔγκυος ἐγένετο ἡ γυνὴ αὐτοῦ ἢ αὐτὸς ἐκεῖνος ἐγένετο ἔγκυος, εὑρήσει νέον πλοῦτον καὶ χαρήσεται.

Ἐάν τις ἴδῃ, ὅτι ἐξωνήσατο ἄρσεν δοῦλον μικρόν, εὑρήσει μέριμναν καὶ θλῖψιν· ἐὰν δὲ ἴδῃ, ὅτι θῆλυ δοῦλον ἠγόρασεν, εὑρήσει χαράν.

Ἐάν τις ἴδῃ, ὅτι θηλάζει ἄρσεν ἄνθρωπός τις ἢ αὐτός, δέσμιος εἰς φυλακὴν γενήσεται.

Γνωστέον, ὅτι αἱ καθ’ ὕπνους θεωρίαι τῶν γυναικῶν πασῶν, μικρῶν τε καὶ μεγάλων, εἰς χαρὰν διακρίνονται ἀνάλογον τοῦ κάλλους.

Καὶ ὃ ἐὰν ἴδῃ παιδίον ἀνήλικον, εἰς πρόσωπον ἡ διάκρισις τῆς μητέρος. ἐὰν ἴδῃ παιδίον, ὅτι ἀπέθανεν, ἡ μήτηρ τοῦ παιδίου εὑρήσει μὲν ἐξουσίαν, ἀπολέσει δὲ τὴν πίστιν αὐτῆς. ἐὰν ἴδῃ παιδίον, ὅτι ἔφαγε κρέας ἡ μήτηρ αὐτοῦ ὀπτόν, καταπλακήσεται αὕτη εἰς πορνείαν καὶ πολυλογία γενήσεται ἐν αὐτῇ διὰ τὸ ὀπτόν· καὶ ἐπεὶ ἔφαγεν, εἰς ἀλήθειαν ἔσται τὸ πρᾶγμα. ἐὰν ἴδῃ, ὅτι ἔφαγε κρέας ὠμὸν ἡ μήτηρ αὐτοῦ, εἰς φανερὰν πορνείαν ἥξει ἀναμφιβόλως.

(128.) ρκηʹ. Ἐκ τῶν Περσῶν καὶ Αἰγυπτίων περὶ γυναικῶν.

Ἐάν τις ἴδῃ, ὅτι συνουσίασε γραΐ, εὑρήσει ἐξουσίαν ἀπὸ ἐξουσίας ἀρχαίας· εἰ δὲ ἴδῃ, ὅτι παρεκάλει αὐτὴν ἢ ἐδήλου μόνον, οὐκ ἐπλήρωσε δὲ τὴν ἐπιθυμίαν αὐτοῦ, κοπωθήσεται οὗτος εἰς πρᾶγμα ἀδύνατον, ὃ οὐ μὴ ἀποτελέσει. ἐάν τις ἴδῃ,ὅτι συνουσίασεν εὐνούχῳ ἢ νεανίᾳ γνωρίμῳ, τὸ μυστήριον αὐτοῦ ἀναθήσει αὐτοῖς καὶ ἀγαθοποιήσει αὐτούς. ἐὰν ἴδῃ, ὅτι ἐπιάσθη μετὰ τῶν εἰρημένων προσώπων, τὸ μυστήριον αὐτοῦ θεατρισθήσεται. ἐὰν ἴδῃ, ὅτι ἐκοιμήθη μετὰ γυναικὸς εὐειδοῦς, εἰ μὲν ἔχει γεώργια, χαρήσεται ἐν αὐτοῖς πολλαπλασίως, εἰ δὲ οὐκ ἔχει, γῆς καλῆς καὶ πλείστης δεσπόσει. ἐάν τις ἴδῃ, ὅτι συνουσίασε παρθένῳ, εἰ μέν ἐστι βασιλεύς, εὑρήσει χαρᾶς καὶ ἐπιθυμίας τῆς πρώτης αὐτοῦ τὸ πλήρωμα, εἰ δὲ τοῦ κοινοῦ λαοῦ, εὑρήσει πλοῦτον ἔμφοβον ἀπὸ ἐξουσίας.

Ἐὰν ἴδῃ τις γυναῖκα εὔστολον εὐειδῆ ἐν τῷ οἴκῳ αὐτοῦ, ἰδίαν ἢ ἀλλοτρίαν, ὅτι συμπαίζει αὐτῷ καὶ συναποδέχεται αὐτήν, εἰ μέν ἐστι βασιλεὺς ἢ μέγιστος, εὑρήσει ἐνιαυτὸν κατὰ τὴν ἐπιθυμίαν αὐτοῦ εἰς πάντα συνερχόμενον. εἰ δὲ ἴδῃ, ὅτι ἐκράτει τῶν μασθῶν αὐτῆς καὶ ἐξέμαξε γάλα, χαρὰν μεγάλην κομιεῖται ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ, ἀλλὰ καὶ ἡ γυνὴ ἐκείνη μεγάλως συγχαρήσεται αὐτῷ· εἰ δὲ τοῦτό τις τοῦ κοινοῦ λαοῦ

ἴδῃ, εὑρήσει πλοῦτον ἐνιαύσιον ἕκαστος ἐν τῷ ἐπιτηδεύματι αὐτοῦ· εἰ δὲ δοῦλος ἴδῃ τοῦτο, ἐλευθεροῦται ταχέως, εἰ δὲ πτωχός, πλουτήσει.

Ἐὰν ἴδῃ τις, ὅτι συνουσίασε πόρνῃ γνωρίμῳ, εἰ μέν ἐστι βασιλεύς, εὑρήσει χαρὰν καὶ κρύψει αὐτήν, εἰ δὲ τοῦ κοινοῦ λαοῦ, καὶ οὗτος πλειόνως χαρήσεται καὶ πλουτήσει. ἐὰν ἴδῃ βασιλεὺς ἢ μεγιστᾶνος, ὅτι συνουσίασεν ὑπάνδρῳ, τὴν γενεὰν αὐτῆς ὑψώσει καὶ πλουτίσει καὶ τὴν ἀξίαν τοῦ ἀνδρὸς ὑψώσει, καθ’ ὅσον ἐξεχύθη καὶ ἐπλατύνθη ἡ φήμη τῆς κερατώσεως· εἰ δὲ τοῦ κοινοῦ λαοῦ, ὁμοίως χαρήσεται ἡ γενεὰ αὐτῆς παρὰ τοῦ συνουσιάσαντος· πτωχὸς ἐὰν ἴδῃ τοῦτο, μᾶλλον πλουτήσει ἐξ αὐτῆς.

Ἐὰν ἴδῃ τις, ὅτι ἐγκυμονήσασα ἡ γυνὴ αὐτοῦ ὠγκώθη, εἰ μέν ἐστι βασιλεύς, τοὺς θησαυροὺς αὐτοῦ πληρώσει χρυσίου μετὰ μερίμνης, εἰ δὲ τοῦ κοινοῦ λαοῦ, εὑρήσει ἕκαστος διαφορὰν ἐν τῷ ἐπιτηδεύματι αὐτοῦ. ἐὰν ἴδῃ ὁ βασιλεύς, ὅτι ἔτεκεν ἄρσεν ἡ αὐγοῦστα, μανδάτον ἐναντίον ἐξ ἐναντίων δέξεται· εἰ δὲ τοῦ κοινοῦ λαοῦ, μέριμναν καὶ θλῖψιν καὶ νόσον εὑρήσει. ἐὰν ἴδῃ ὁ βασιλεύς, ὅτι ἔτεκεν ἡ αὐγοῦστα θῆλυ, ἀλλοτρίων βασιλέων θησαυροὺς ἀνερευνήσει καὶ πατάξει ἐχθρὸν αὐτοῦ. ἐὰν ἴδῃ ὁ βασιλεύς, ὅτι ἐκεῖνος αὐτὸς ἐγένετο ἔγκυος, ὁ στρατὸς αὐτοῦ αὐξήσει καὶ ἄλλων ἀρχῶν κατακυριεύσει. ἐὰν ἴδῃ ὁ βασιλεύς, ὅτι ἔτεκεν ὡς γυνή, κἄν τε ἄρσεν κἄν τε θῆλυ, ἀπολέσει μίαν τῶν πολιτειῶν αὐτοῦ καὶ στρατὸν πλεῖστον παρ’ ἐχθρῶν καὶ εἰς θλῖψιν καὶ μέριμναν ἥξει· εἰ δὲ τοῦ κοινοῦ λαοῦ τοῦτο ἴδῃ καὶ ὅτι θηλάζει αὐτό, τιμωρηθήσεται καὶ ζημιωθήσεται παρὰ τοῦ ἐξουσιάζοντος.

Ἐάν τις ἴδῃ, ὅτι ἐκτήσατο νεωστὶ πλεῖστα κοράσια ἐν τῷ οἴκῳ αὐτοῦ, εἰ μέν ἐστι βασιλεὺς ἢ μεγιστᾶνος, εὑρήσει ἀλλότριον πλοῦτον καὶ χαρὰν ἐν χρόνοις ἰσαρίθμοις τῶν κορασίων· εἰ δὲ πλῆθός εἰσι πολύ, εἰς μῆνας διακρίνεται. εἰ δὲ τοῦ κοινοῦ λαοῦ ἴδῃ τις τοῦτο παρὰ συνήθειαν, εὑρήσει πλοῦτον καὶ μέριμναν.

Ὅσα ἴδῃ παιδία ἀνήλικα, τοῦ μὲν ἄρσενος εἰς πρόσωπον τῆς μητρὸς διακρίνεται, τοῦ δὲ θήλεος εἰς πρόσωπον τοῦ πατρός.

Ἐὰν ἴδῃ τις, ὅτι ἡ γυνὴ αὐτοῦ εἰς πορνείαν ἐφωράθη, νοσήσει αὕτη καὶ μισηθήσεται παρὰ τοῦ ἀνδρός· ἐὰν ἴδῃ, ὅτι γνώριμος ἦν ὁ πορνεύσας αὐτήν, δεηθήσεται αὐτοῦ καὶ εἰσακουσθήσεται, εἰ δὲ ἀγνώριστος, ἐχθρός ἐστι καὶ καταδουλωθήσεται αὐτῷ. ἐὰν ἴδῃ τις, ὅτι ἡ θυγάτηρ αὐτοῦ ἐκλάπη ἀπὸ μοιχοῦ γνωρίμου, ὑφελεῖ δολίως ὁ κλέψας ἐκ τοῦ πλούτου τοῦ πατρὸς τῆς ἁρπαγείσης κόρης, εἰ δὲ ἀγνωρίστου, ἐχθρὸς αὐτοῦ ὑφελεῖ ὁμοίως ἐκ τῆς ὑπάρξεως αὐτοῦ.

Ἐάν τις ἴδῃ, ὅτι συνουσίασε μητρὶ ἢ ἀδελφῇ, ἀνάξιον ἀγαθοποιήσει ψεγόμενος καὶ μεταγινώσκων. ἐάν τις ἴδῃ, ὅτι ἠγόρασε κόρην καὶ συνέλεξεν αὐτὴν τῇ συμβίῳ αὐτοῦ ἀρεσθεὶς καὶ ἀγαπήσας αὐτήν, εὑρήσει ἐξουσίαν μεθ’ ἑτέρας ἐξουσίας,

ἣν πρώην ἐκέκτητο.

Ἐὰν ἴδῃ τις, ὅτι στολίζει τὴν γυναῖκα αὐτοῦ στολὴν ὑπὲρ τὴν δύναμιν τοῦ πλούτου αὐτοῦ, κοσμήσει τὸ ἀξίωμα αὐτοῦ καὶ τὸ ἐπιτήδευμα πρὸς δόξαν αὐτοῦ. ἐὰν ἴδῃ, ὅτι βραχιόνια ἔβαλε χρυσᾶ ἐν τοῖς βραχίοσιν αὐτῆς, εὑρήσει ὀξὺ νόσημα εἰς τὴν γυναῖκα αὐτοῦ καὶ στενοχωρίαν. ἐὰν ἴδῃ, ὅτι ἐστεφάνωσε τὴν κεφαλὴν τῆς γυναικὸς αὐτοῦ στεφάνῳ χρυσῷ μόνον, εἰς νόσον καὶ λύπην ἥξει ὁ ἀνὴρ αὐτῆς· κεφαλὴ γὰρ τῆς γυναικὸς ὁ ἀνήρ. εἰ δὲ ἔχει ὁ στέφανος μαργαρίτας καὶ λίθους ἐν τῷ χρυσῷ, εἰς νόσον μετρίαν ἥξει καὶ χαρήσεται ὕστερον διὰ τοὺς λίθους καὶ τοὺς μαργαρίτας. εἰ δὲ ἴδῃ, ὅτι δακτυλίοις περιέβαλεν αὐτήν, ἐπιθυμία, ἣν ἐπιθυμοῦσιν ἀμφότεροι, τελειοῦται. ἐὰν ἴδῃ γυνή, ὅτι ἀπώλεσεν ἢ ἔκλασεν τὸν στέφανον αὐτῆς, χηρεύσει ταχέως· ἐὰν δὲ ἴδῃ, ὅτι ἔλαβεν ἕτερον, ἑτέρῳ συζευχθήσεται. ἐὰν ἴδῃ, ὅτι ἀπώλεσε τοὺς δακτυλίους αὐτῆς, ἀπολέσει ἐκ τοῦ πλούτου αὐτῆς καὶ ἐν πτωχείᾳ τελευτήσει. ἐὰν ἴδῃ, ὅτι ἀπώλεσε τὰ βραχιόνια αὐτῆς, ἀπὸ στενοχωρίας εἰς χαρὰν ἥξει. ἐὰν ἴδῃ τις, ὅτι ἱματίοις ἐρυθροῖς ἐνέδυσε τὴν γυναῖκα αὐτοῦ, χαρὰν εὑρήσει καὶ τέξει ἄρσεν. ἐὰν ἴδῃ γυνή, ὅτι τῆς ἀνδρικῆς στολῆς ἐφόρεσέ τι δίχα τῶν ὑποδημάτων, εἰ μέν ἐστιν ἔγκυος, τέξει ἄρσεν, εἰ δὲ μή, λήψεται ἄνδρα· τὰ γὰρ ὑποδήματα εἰς θλῖψιν καὶ στενοχωρίαν ἐν πᾶσι τοῖς ἔργοις αὐτῆς εἰσιν. εἰ δὲ ἔχει ἄνδρα, μαχήσεται τῷ ἀνδρὶ δι’ αἰτίαν δούλου αὐτῆς. ἐὰν δὲ ἴδῃ, ὅτι νεωστὶ ἐνώτια δέδωκεν αὐτῇ ὁ ἀνὴρ αὐτῆς, εἰ μέν ἐστιν ἔγκυος, τέξει θῆλυ, εἰ δὲ μή, συλλήψεται καὶ τέξει θῆλυ· εἰ δὲ ἄνδρα οὐκ ἔχει, δούλην κτήσεται εἰς χαρὰν αὐτῆς. ἐὰν δὲ ἴδῃ, ὅτι ἐκλάσθη τὰ ἐνώτια αὐτῆς, νοσήσει ἡ θυγάτηρ ἢ ἡ δούλη αὐτῆς ἡ πιστή· εἰ δὲ ἐχαώθησαν ἢ ἐκλάπησαν, θλιβήσεται ἐπὶ τῇ θυγατρὶ ἢ ἐπὶ τῇ δούλῃ αὐτῆς.


(Ed., F. Drexl, Achmetis Oneirocriticon, Leipzig, 1925)

Τετάρτη 22 Οκτωβρίου 2008

Διγενής και Μαξιμού / Digenis et Maximou




Καὶ ἐγὼ ... ἐστάθην εἰς λιθάριν

καὶ ἔμπηξα τὸ κοντάριν μου καὶ ἐστάθηκα καὶ ἐθεώρουν

τὸ πότε νὰ ἔλθουν εἰς ἐμὲν <Κίνναμος> καὶ Γιαννάκης

καὶ σὺν <αὐτοῖς> καὶ <ἡ> Μαξιμοὺ καὶ ἦτον καὶ γαυριασμένη. (1485)

Φαρὶν ἐκαβαλίκευσε, πολλὰ ἦτον ὡραῖον·

ἡ χύτη καὶ τὸ οὐράδιν του μὲ τὴν χινέαν βαμμένα,

τὰ τέσσερά του ὀνύχια ἀσήμιν τσαπωμένα,

τὸ χαλινάριν της πλεκτὸν μὲ τὰ χρυσὰ λιλούδια.

Καὶ ἡ φορεσία της θαυμαστὴ ἦτον, παραλλαγμένη· (1490)

λουρίκιν ἀργυρὸν φορεῖ διὰ λίθων πολυτίμων,

καὶ τὸ κασίδι χυμευτὸν ἦτον, παραλλαγμένον,

μὲ τὰ χρυσὰ μετώπια, μὲ τοὺς χρυσοὺς τοὺς κόμπους·

τουβία ὀξυκάστορα μὲ τὸ μαργαριτάριν

καὶ τὰ ποδηματίτσια της χρυσὰ διακεντισμένα, (1495)

τὰ καύκαλα ἦσαν χυμευτὰ καὶ οἱ πτέρνες μὲ τοὺς λίθους.

Πέντε τὴν ἐπαρέτρεχον ἀπόθεν καὶ ἀπεκεῖθεν

καὶ ἐκ τὰ ἱππάρια ἐγνώρισα καὶ ἐκ τῆς φορεσίας

<ὅτι> ἦτον ὁ Φιλοπαππούς, Κίνναμος καὶ Γιαννάκης

καὶ ὁ θαυμαστὸς ὁ Λίανδρος μετὰ τὸν Μιλιμίτσην. (1500)

Καὶ ὅταν <ὅλοι> ἐσίμωσαν τοῦ ποταμοῦ τὸ χεῖλος,

τότε στραφοῦσα ἡ Μαξιμοὺ τὸν γέρονταν ἐλάλει:

«Ποῦ εἶναι τὰ φουσάτα του τὰ θέλω πολεμήσει

καὶ ποῦ εἶναι οἱ καβαλάροι του, ποῦ ’ναι οἱ ἀνδρειωμένοι

τοὺς θέλω πολεμήσει;

Καὶ ὁ γέρων ὁ Φιλοπαπποὺς τὴν Μαξιμοὺν ἐλάλει:

« Θωρεῖς αὐτὸν τὸν ἄγουρον ποὺ στέκει εἰς τὸ λιθάριν

καὶ ἔστησεν τὸ κοντάριν του καὶ ἀπάνου του ἀκουμπίζει;

Ἐκδέχεται νὰ ὑπάγωμεν ὅλοι ἀπάνου εἰς αὖτον,

κἂν τάχα μοναχὸς ἐστίν, ἐμᾶς οὐδὲν φοβᾶται. (1510)

Ἂν εὕρη τόπον νὰ ἐμπῆ εἰς τὸν λαόν μας μέσα,

ὥσπερ πετρίτης ἄχρωμος, ὅταν ἐμπῆ εἰς κυνήγιν,

καὶ χύση τὸ πτερούγιν του καὶ τὰ ὄρνεα ἀποκτείνη,

οὕτως ἐμᾶς ἂν γυριστῆ, τινὰς νὰ μὴν τὸν δώση.

Ἀλλὰ ἂς προκαρτερέψωμεν καὶ τότε ἂς τὸν ἰδοῦμε (1515)

καὶ νὰ τὸν περιφέρωμε, καὶ οὐ μὴ καβαλικεύση·

εἰ δὲ καθίση εἰς ἄλογον, ἀπιλογίαν μᾶς κάμνει. »

Καὶ τότε ἡ κούρβα ἡ Μαξιμοὺ τὸν γέροντα ἀτιμάζει:

«Ἔβγα ἀπ’ ἐδῶ, λυσσόγερε, υἱὲ τῆς ἀπωλείας·

ὡς καὶ ἀπ’ τὰ γέρα τὰ πολλὰ ὁ κῶλος σου ἐτσιγκρίασε. (1520)

Ἐγὼ ἔλεγα φουσάτα ἔχει καὶ ἀγούρους ἀνδρειωμένους,

καὶ ἐπῆρα τὰ φουσάτα μου καὶ ἦλθα νὰ πολεμήσω.

Ἐγὼ μόνη καὶ μοναχὴ νὰ κατεβῶ εἰς αὖτον,

νὰ κόψω τὸ κεφάλιν του καὶ ἐδῶ νὰ σᾶς τὸ φέρω,

νὰ ἐπάρω τὸ κοράσιον καὶ ἐδῶ νὰ σᾶς τὸ φέρω, (1525)

νὰ ἐπάρω τὴν πεθύμιαν σας καὶ ἐδῶ νὰ σᾶς τὴν φέρω

καὶ ἐσεῖς μὴ κουρασθῆτε.»

Καὶ σύντομα ἐπιλάλησεν τὸν ποταμὸν περάσει

καὶ ἐγὼ δὲ τὴν ἐλάλησα φωνὴν ἀπὸ μακρόθεν:

«Αὐτόθε στέκου, Μαξιμού, ὅθεν μηδὲν περάσης. (1530)

Τοὺς ἄνδρας πρέπει νὰ περνοῦν, ἀμὴ ὄχι τὰς γυναίκας.

Περάσειν ἔχω, Μαξιμού, ὡς διὰ σὲν τὸ ποτάμιν

καὶ νὰ σοῦ ἀντιμέψωμεν, ὡς καὶ τὸ δίκαιον ἔχεις.»

Τὸν γρίβα μου ἐπιλάλησα τὸν ποταμὸν περάσει,

καὶ εἶχεν νερὸν ὁ ποταμὸς πολὺν καὶ βουρκωμένον (1535)

καὶ ἐξέπεσεν ὁ γρίβας μου καὶ ἐχώθην ἕως τραχήλου·

καὶ δένδρον ἔπεψεν ὁ Θεὸς ἀπέσω εἰς τὸ ποτάμιν,

καὶ ἂν εἶχεν λείπειν τὸ δενδρόν, ἐπνίγετον ὁ Ἀκρίτης.

Καὶ ὡς εἶδεν τοῦτο ἡ Μαξιμού, ἀπάνω μου ἐκατέβη·

κοντάριν ἐμαλάκιζεν τὴν κονταρέαν μὲ δώσει (1540)

καὶ ταῦτα τὸ κοντάριν της ἔριψα παρὰ μία

καὶ σύντομα ἔριψα ραβδίν, τὴν Μαξιμοὺν ἐλάλουν:

«Ἐλεῶ τὰ κάλλη σου, κυρά, βλέπε μὴ κινδυνεύσης·

ἀλλὰ ἂς δώσω, <Μαξιμού,> τὴν φάραν σου ραβδέαν

καὶ ἐκ τὴν ραβδέαν, Μαξιμού, νόησε μὲ τίναν ἔχεις.» (1545)

Καὶ ἐγὼ ραβδέαν ἔδωσα τὴν φάραν ’ς τὰς κουτάλας

καὶ ἀνάσκελα ἐξήπλωσεν ἡ θαυμαστὴ ἡ φάρα.

Καὶ τότε πάλι ἡ Μαξιμοὺ οὕτως μὲ παρεκάλει:

«Κύρκα, φοβήσου τὸν Θεὸν καὶ ἀπὲ συμπάθησέ μου

καὶ ἂς φέρουν πάλιν ἄλογον, διὰ νὰ κάτσω ἀπάνω (1550)

καὶ νὰ νοήσης, ἄγουρε, καὶ τὴν ἐμὴν ἀνδρείαν.»

Καὶ ἐγὼ αὐτὴν παραχωρῶ ἵνα καβαλικεύση·

καὶ ἂν ἔνι ἡ γεῦσις ἔμνοστος, πάλιν ἂς δευτερώση.

Τὸν Λίανδρον ἐφώνιαζεν καὶ φέρνει της ἱππάριν,

πηδᾶ κ’ ἐκαβαλίκευσε καὶ παίρνει καὶ κοντάριν (1555)

καὶ ἀπὸ μακρέα μ’ ἐφώναζε: «Ἐδὰ σὲ βλέπω, Ἀκρίτη.»

Καὶ τὸ κοντάρι ἐμάκρυνε τὴν κονταρίαν μὲ δώσει.

Σπαθέαν τῆς φάρας ἔδωκα ἀπάνω εἰς τὸ κεφάλιν·

τὰ δύο μέρη ἐσχίσθησαν καὶ ἔπεσαν παρὰ μίαν·

ἦτον καὶ <ἡ> σέλα πάντερπνος, ὅλη κατεζουλίστην, (1560)

καὶ ἀπέμεινεν ἡ Μαξιμού, πεζή, ἐλεεινὴ εἰς τὸν κάμπον.

Τὸ ὑπόδημά μου ἐφίλησεν καὶ οὕτως μὲ παρεκάλει:

«Κύρκα, φοβήσου τὸν Θεόν, πάλιν συμπάθησέ με

εἰς τὴν μωρίαν τούτην·

παρὰ σαλῶν καὶ ἄτακτων ἀνθρώπων ἐδιδάχθην· (1565)

καὶ ἐσὺ μόνος μὲ κέρδισε καὶ ἄλλος μὴ μὲ κερδίση.»

Καὶ <τότε> ἐγὼ τὴν Μαξιμοὺ οὕτως ἀπιλογήθην:

«Μὰ τὸν Θεόν, ἡ Μαξιμού, οὐκ ἔν’ τὸ ἐνθύμημά σου·

τὴν κόρην τὴν ἐγὼ φιλῶ τῶν εὐγενῶν ὑπάρχει·

ἔχει γὰρ πλοῦτος ἄπειρον καὶ συγγενοὺς ἐνδόξους (1570)

καὶ ἀδέλφια πολυορεκτικὰ καὶ ἀδελφοὺς πλουσίους,

καὶ πάντας ἐξηρνήσατο καὶ μετὰ μέναν ἦλθεν·

καὶ ὁ Θεὸς ὁ πάντων δυνατὸς αὐτὸς νὰ μᾶς χωρίση.

Εἰ δὲ ἂν ὁρμῆς νὰ πορνευθῆς, ἐγὼ νὰ σοῦ τὸ ποίσω.»

Καὶ ἐπέζευσα τὸν μαῦρον μου καὶ λύω τ’ ἄρματά μου, (1575)

καὶ τὸ ἐπεθύμα ἡ Μαξιμοὺ γοργὸν τῆς τὸ ἐποῖκα·

καὶ ἀπείτις τῆς τὸ ἔκαμα τῆς Μαξιμοῦς τῆς κούρβας,

εὐθὺς ἐκαβαλίκευσα καὶ ἐπῆγα εἰς τὸ κοράσιον.

Καὶ τότε τῆς βεργόλικος ἄκο τὸ τί τῆς λέγω:

«Εἶδες, ὀμμάτια μου καλά, τί ἀνδραγαθίας ἐποῖκα;» (1580)

Καὶ τότε τὸ κοράσιον ἄκου τὸ τί μοῦ λέγει:

«Εἶδα σε, ὀμμάτια μου καλά, τὸ φῶς τῶν ὀφθαλμῶν μου,

τὸ πῶς ἐμονομάχησες ὅλους τοὺς ἀπελάτας,

καὶ ὅταν ἐμονομάχησες τὴν Μαξιμοὺν τὴν κόρην·

καὶ εἰς τὸ στενὸν τὸ πέραμαν, εἰς τὸ βαθὺν τὸ ρυάκιν, (1585)

πολλὰ πολλὰ μοῦ ἄργησες· πιστεύω νὰ τὴν εἶχες.»

Καὶ τότε τὴν βεργόλικον οὕτως τὴν συντυχαίνω:

«Ὡς ἔδωσα τὸ ἱππάριν της τὴν ὕστεραν ραβδέαν,

ἐξέπεσεν ἡ Μαξιμοὺ ἀπὸ τὸ ἱππάριν κάτω·

ἦτον καὶ <ἡ> σέλα πάντερπνος, ὅλη κατεζουλίστην, (1590)

καὶ πίστευσέ με, λυγερή, ὅτι ἀλήθειαν σὲ λέγω,

ὅτι πολλὰ ἐλυπήθηκα τὰ δύο της τὰ φαρία.»

Καὶ τότε τὸ κοράσιον ἐγέλασε μεγάλως,

στρεφνά, γλυκέα μ’ ἐφίλησε καὶ ἐμὲν ἐσυχνοφίλει.

Καὶ τότε τὸ κοράσιον οὕτως τὸ συντυχαίνω: (1595)

«Μετὰ τὸ φθείρειν Μαξιμοὺν τρία κακὰ τὴν ἐποῖκα·

πρῶτον μὲν ὅτι εἶχα την, δεύτερον ὅτι ἐντράπη,

τρίτον καὶ περισσότερον ἐχάσε τὴν ἀνδρείαν της

καὶ πομπεμένη ἀπόφευγεν ἀπὸ τὸν Μιλιμίτσην.»



Διασκευή του Escorial. Ed., E. JEFFREYS, Digenis Akritis, The Grottaferrata and Escorial versions, Cambridge, 1998.



***



« Alors Maximou, la putain, couvre d’opprobre le vieux

‘Va-t-en d’ici, vieil enragé, enfant de perdition,

ta queue, tant tu es vieux, est tu pleine de rides !

Je pensais : ‘il a une armée, des valeureux guerriers’,

J’ai donc pris mon armée, je viens livrer bataille.

Moi seule, moi toute seule, j’irai attaquer celui-là,

Et je lui couperai la tête, je l’amènerai ici,

Et je prendrai la jeune fille, je l’amènerai ici,

j’ aurai l’objet de votre désir, je l’amènerai ici,

<…> vous, ne vous fatiguez pas.’

Aussitôt elle lance le cheval pour passer la rivière ;

Je la poursuis de mes cris, je dis ces mots de loin :

‘Ne passe pas de ce côté, arrête là, Maximou !

C’est aux hommes de traverser, sûrement pas aux femmes !

Je traverserai pour toi la rivière, Maximou :

je vais te récompenser d’une façon digne de toi.’

J’ai excité mon moreau à passer la rivière :

la rivière était pleine d’eau et elle était très trouble,

et mon moreau tombe dans l’eau et s’enfonce jusqu’au cou.

Mais Dieu a envoyé un arbre au beau milieu du fleuve :

Akritas se serait noyé s’il n’y avait eu cet arbre.

Lorsqu’elle voit cela, Maximou se précipite contre moi,

et elle brandit la lance pour m’en donner un coup.

Mais à l’instant je fais tombeur sa lance, et, en un coup,

je fais tomber sa massue ; je parle à Maximou :

‘J’ai pitié de ta beauté ; ma dame, gare au danger !

Sur ton cheval, Maximou, j’abattrai ma massue

et par ce coup, Maximou, comprends quel homme je suis !’

Je donne un coup de massue sur les dos du cheval,

et ce merveilleux destrier tombe alors sur le dos.

A ce moment, Maximou me supplie avec ces mots :

‘Accorde-moi ton pardon, et crains Dieu, jeune seigneur ;

accorde qu’ils m’amènent un cheval, que je puisse le monter,

que tu comprennes alors, jeune brave, quelle est aussi ma valeur.’

Alors j’ai consenti qu’elle monte à cheval :

si le goût est savoureux, qu’elle en goûte à nouveau !

Elle lance un ordre à Liandros, qu’il lui amène une monture,

elle monte à cheval, galope et prend son javelot ;

de loin elle dit en criant : ‘je te vois, Akritas !’

Alors elle tend son javelot pour m’en donner un coup,

et je donne un coup d’épée au cheval, sur la tête :

les deux morceaux se séparent, ils tombent à l’instant ;

la selle, qui était fort jolie, en est toute déformée,

et Maximou, reste à pied, misérable dans la plaine.

Elle embrasse donc ma chaussure et me supplie ainsi :

‘Pardonne-moi à nouveau, et crains Dieu, jeune seigneur ;

<…> pour cette bêtise,

car par des hommes idiots, sans règle, j’ai été instruite.

Que personne d’autre ne me prenne, car seul tu m’as gagnée !’

Et là-dessus, à Maximou je réponds en cette guise :

« Ton désir, ô Maximou, est impossible, par Dieu,

car la fille, celle que j’aime, descend d’une noble famille :

elle a une richesse immense et des parents glorieux

et des frères fort plaisants, des frères qui sont très riches :

elle a renoncé à eux tous pour venir avec moi ;

Dieu seul, qui sur tout a pouvoir, pourrait nous séparer.

Si tu désires donner ton corps, je peux te faire l’amour.’

Je descends de mon moreau et enlève mon armure,

ce que Maximou désirait, je lui ai fait en hâte.

Et après que j’eus fait l’amour à Maximou la putain,

je suis vite remonté à cheval pour aller chez ma belle.

A la fille souple comme un jonc, écoute ce que j’ai dit :

‘As-tu vu, mes très beaux yeux, quels exploits j’ai accomplis ?’

Et là-dessus la jeune fille, écoute ce qu’elle m’a dit :

‘Oui, j’ai vu, mes très beaux yeux, lumières de mes prunelles,

comment tu as lutté en duel contre tous les apélates,

lorsque tu as lutté en duel contre Maximou, la fille ;

mais dans le passage étroit, dans le ruisseau profond,

tu as vraiment beaucoup tardé : je pense que tu l’as eue.’

A la fille souple comme un jonc j’ai parlé de cette manière :

‘Lorsque j’ai donné à sa monture le dernier coup de massue,

Maximou est tombée à terre, en bas de sa monture.

La selle, qui était fort jolie, en fut toute déformée,

et crois à mes paroles, svelte fille, car je te dis le vrai,

j’ai eu une grande pitié pour ses deux destriers.’

Mais à ce point la jeune fille éclate d’un grand rire,

elle m’enlace doucement, étroitement et avec fougue m’embrasse.

Et moi, à la jeune fille j’ai parlé de cette sorte :

‘Une fois déflorée, j’ai infligé trois maux à Maximou :

en premier lieu, je l’ai prise ; puis, elle a été humiliée,

et pour finir, le plus grave, elle a perdu sa vaillance :

pleine de honte de Milimitsis elle s’est alors éloignée.’»



La Traduction française : L’Akrite. L’épopée byzantine de Digénis Akritas. Versions grecque et slave, sous la direction de P. ODORICO, Toulouse, 2002.