Τετάρτη 5 Νοεμβρίου 2008

Μία Βυζαντινή Ερμηνεία των Ονείρων


Από Το Ονειροκριτικόν του Αχμετ

(1.) αʹ. Πρόλογος τῶν ὀνειράτων.

Πολλὰ κοπιάσας πρὸς τὸ ἀνερευνᾶν τῷ δεσπότῃ μου τὴν ἀκριβῆ ἑρμηνείαν τῶν ὀνειράτων, καθὼς αὐτὸς δι’ ἐπιθυμίας εἶχε πολλῆς, εὗρον ἐκ τῶν ποιησάντων τὴν τοιαύτην ἀκρίβειαν κατὰ ἀλήθειαν, ἤτοι Ἰνδῶν καὶ Περσῶν καὶ Αἰγυπτίων, οἳ τὴν ἀλήθειαν ἀκριβολογησάμενοι καὶ λεπτολογήσαντες ἐξέθεντο καὶ ἐλογογράφησαν τὴν παροῦσαν ἑρμηνείαν. καὶ ἐξ ἑκάστου τούτων ἐκλεξάμενος κεφαλαιωδῶς ἐξεθέμην τῶν τριῶν τὰς κρίσεις καὶ λύσεις ἐν ἑκάστῳ κεφαλαίῳ, ὡσὰν καὶ ὁ ἐμὸς δεσπότης γνοὺς τὴν περὶ τὸ αὐτὸ κεφάλαιον ἑκάστου κρίσιν καὶ λύσιν συλλογίσηται καὶ μάθῃ τὸ ἀληθὲς καὶ πειραθῇ τοῦ γλυκέος καὶ βαθέος καὶ πεποθημένου καὶ δυνατοῦ τῆς παρούσης σοφίας, δι’ ἧς ἡ τοῦ μέλλοντος ἔκβασις προγινώσκεται


(95.) ϟεʹ. Ἐκ τῶν Ἰνδῶν περὶ καυλοῦ.

Ὁ καυλὸς εἰς τὴν φήμην καὶ τὴν δύναμιν καὶ τὰ τέκνα κρίνεται τοῦ ἀνδρός. ἐάν τις ἴδῃ, ὅτι ὁ καυλὸς αὐτοῦ ἐμεγεθύνθη καὶ ἐνεδυναμώθη, φημισθήσεται τὸ ἀξίωμα αὐτοῦ καὶ ἀρρενοτοκήσει· καὶ εἰ μέν ἐστι βασιλεὺς ὁ τοῦτο ἰδών, πρῶτον μὲν ἔσται μακρόβιος καὶ ἴδῃ τέκνον διάδοχον αὐτοῦ. ἐάν τις ἴδῃ, ὅτι τείνεται ἰσχυρῶς ὁ καυλὸς αὐτοῦ καί τις ἐλθὼν κατέσχεν αὐτόν, εἰ μέν ἐστι βασιλεύς, ἡ χώρα αὐτοῦ μεγαλύνεται καὶ ὁ κατασχὼν γνοὺς τὰ μυστήρια αὐτοῦ συνδυναστεύσει αὐτῷ· εἰ δέ ἐστι τοῦ κοινοῦ λαοῦ, αὐξήσει ἕκαστος ἐν τῷ ἐπιτηδεύματι αὐτοῦ. γυνὴ ἐὰν ἴδῃ, ὅτι ἐκτήσατο καυλόν, τέξει τέκνον ἄρσεν δοξάζον τὴν γενεὰν αὐτῆς. ἐάν τις ἴδῃ, ὅτι ἐκτήσατο δύο καυλούς, εὑρήσει τέκνον ἄρσεν μετὰ τὸ πρότερον ἄρσεν, ὃ εἶχεν· εἰ δὲ οὐκ εἶχεν, δύο ἅμα γεννήσει ἄρσενα ἤτοι δίδυμα. ἐάν τις ἴδῃ, ὅτι ἐκαυλοκοπήθη, ἀποθανεῖται ὁ υἱὸς αὐτοῦ καὶ αὐτὸς μετ’ αὐτὸν ταχέως· εἰ δὲ ἴδῃ, ὅτι οὐκ ἀπεκόπη τελείως, ἡ γυνὴ αὐτοῦ τέξει ἄρσεν καὶ ἀποθανεῖται τὸ τεχθέν, αὐτὸς δὲ θλιβήσεται καὶ πάλιν μετασκευάζεται ἡ θλῖψις αὐτοῦ. ἐάν τις ἴδῃ, ὅτι ἐμηκύνθη περισσῶς ὁ καυλὸς αὐτοῦ, χαρὰν ἴδῃ ἐν τῷ τέκνῳ αὐτοῦ καὶ ὀνομαστὸς γενήσεται καὶ μέγας. ἐὰν ἴδῃ, ὅτι ἐσμικρύνθη καὶ ἐμαράνθη ὁ καυλὸς αὐτοῦ, πτωχεύσει ἀποπεσὼν τοῦ ἀξιώματος αὐτοῦ καὶ εἰς νόσον καὶ ἀδυναμίαν τὰ τέκνα αὐτοῦ ἐλεύσονται.

(96.) ϟϛʹ. Ἐρώτημα.

Ἄνθρωπός τις νεόγαμος ἐλθὼν ἠρώτησε τὸν ὀνειροκρίτην Σηρεὶμ τοῦ Μαμοῦν· ‘εἶδον καθ’ ὕπνους, ὅτι ἀπεκόπη ἐξ ἐμοῦ τέλεον ὁ καυλός’. ὁ δὲ εἶπεν· ‘ὅτε τοῦτο ἐθεάσω, ποία ἦν τῶν ὡρῶν;’ καὶ ἀπεκρίθη· ‘ὅτι ἕκτη ἦν’. ὁ δὲ εἶπεν· ‘ἀπὸ ταύτης τῆς ὥρας ἀρίθμησον μῆνας ἓξ καὶ τῷ ἕκτῳ μηνὶ τελευτήσεις ἄτεκνος’. καὶ τελειωθέντος τοῦ ἕκτου μηνὸς ἐγένετο οὕτως.

(97.) ϟζʹ. Ἐκ τῶν Περσῶν καὶ Αἰγυπτίων περὶ καυλοῦ.

Ἐάν τις ἴδῃ, ὅτι ἐπαχύνθη καὶ ἐνεδυναμώθη ὁ καυλὸς αὐτοῦ, εἰ μέν ἐστι κεφαλὴ λαοῦ, ὁ λαὸς αὐτοῦ μέγας καὶ ἰσχυρὸς ἔσται καὶ πλούσιος, εἰ δὲ πτωχὸς ἢ τοῦ κοινοῦ λαοῦ, διαφορὰν εὑρήσει ἐν τῷ ἐπιτηδεύματι αὐτοῦ· ἐὰν δὲ ἴδῃ, ὅτι ἐμηκύνθη περισσότερον, εὑρήσει τιμὴν καὶ δόξαν καὶ πλοῦτον ἀπὸ γυναικός. ἐάν τις ἴδῃ, ὅτι ἐκαυλοκοπήθη, τιμωρηθήσεται μεγάλως καὶ πτωχεύσει· καί, ἂν εὐπορῇ ἵππων, ἀπολέσει αὐτούς. ἐάν τις ἴδῃ, ὅτι ἀνεκαλύφθη καὶ ὤφθη τισὶν ὁ καυλὸς αὐτοῦ, μωμηθήσεται καὶ ἀτιμωθήσεται καὶ θεατρισθήσεται τὸ μυστήριον αὐτοῦ. ἐάν τις ἴδῃ, ὅτι εἰς ἴδιον τόπον ἀνεκαλύφθη κατ’ ἰδίαν, μυστήριον τῆς γυναικὸς αὐτοῦ φανερωθήσεται [ἐν] αὐτῷ. ἐάν τις ἴδῃ, ὅτι δύο ἔσχε καυλούς, γυναῖκα νεωστὶ καὶ τέκνα ἕξει. ἐὰν ἴδῃ τις, ὅτι ἡ γυνὴ αὐτοῦ ἔσχε καυλόν, ἔνδοξον τέκνον ἕξει. ἐάν τις ἴδῃ, ὅτι συγκαθεύδει εὐνούχῳ γνωρίμῳ δίκην γυναικός, καὶ τὸν πλοῦτον αὐτοῦ καὶ τὰ μυστήρια αὐτοῦ καταπιστεύσει αὐτῷ· εἰ δὲ ἀγνωρίστῳ, ἀγαθοποιήσει ἐχθρὸν αὐτοῦ.


(127.) ρκζʹ. Ἐκ τῶν Ἰνδῶν περὶ γυναικῶν.

Ἐάν τις ἴδῃ κατ’ ὄναρ γραῖαν γυναῖκα εὐθαλῆ ἀγνώριστον, ἡ γραῦς αὕτη ἡ τύχη τοῦ ἀνθρώπου ἐστί· καὶ ἐὰν συνουσιάσῃ μετ’ αὐτῆς, τοσοῦτον εὐτυχήσει, ὅσον ἠγαπήθη παρ’ αὐτῆς· εἰ δὲ συνωμίλησε μόνον, τοσοῦτον τελειώσει τὴν ἐπιθυμίαν αὐτοῦ ἐν πᾶσιν, ὅσον ἠγαπήθη παρὰ τῆς γραός· εἰ δὲ γνώριμον, εἰ μέν ἐστι δυσειδής, τοσοῦτο θλιβήσεται, ὅσον συνεπλάκη μετ’ αὐτῆς, εἰ δὲ εὐειδής, μετριώτερον θλιβήσεται. ἀλλὰ καὶ ὁ γέρων ὁ ἀγνώριστος εὐειδὴς ὢν ἡ τύχη τοῦ ἀνθρώπου ἐστί, καὶ ὁ γνώριμος ὡς ἐπὶ τὸ πολὺ εἰς τύχην διακρίνεται τοῦ ἰδόντος. εἰ δὲ νεώτερος ὁ ἀγνώριστος, εἰς πρόσωπον ἐχθροῦ κρίνεται διηνεκῶς· ἀλλὰ καὶ ὁ γνώριμος ἢ εἰς αὐτὸν ἐκεῖνον ἢ εἰς ὅμοιον ἢ εἰς ὁμώνυμον αὐτῷ διακρίνεται.

Τὸ κοράσιον εἰς ἀγαθὸν μέγα καὶ εἰς χαρὰν κρίνεται ἀναλόγως τοῦ κάλλους αὐτῆς. ἐάν τις ἴδῃ περικεκαλυμμένην κόρην τὸ πρόσωπον, ὅτι ὡμίλησεν ἢ ἐλάλησεν αὐτῷ, εὑρήσει χαρὰν καὶ ἀγαθὸν κρυφίως διαλανθάνον τοὺς πολλούς. ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων γυναικῶν τῶν εἰρημένων ἐντύχῃ καὶ ἡ περικάλυψις τοῦ προσώπου εἰς τὸ κρύφιον τῆς χαρᾶς διακρίνεται. ἁπλῷ δὲ λόγῳ εἰπεῖν ἡ κρείττων κρίσις τῆς περὶ γυναικῶν χαρᾶς ἐν ταῖς θεωρουμέναις παρθένοις διακρίνεται. καὶ ἡ ἐν αὐταῖς ἀγνώριστος κρείττων ἐστὶ τῆς γνωρίμου. ἀλλὰ καὶ ἡ ἐξ ἀλοιφῆς εὐειδὴς ἰσχυροτέραν τὴν χαρὰν διακρίνει τῆς ἀκαλλωπίστου. ἀλλὰ καὶ ἡ ἀγνώριστος ἑταιρὶς τῆς γνωρίμου

καλλίων διακρίνεται.

Καὶ ὅσον συνουσιάζει τις κατ’ ὄναρ ἑταίραις γυναιξί, τοσοῦτον πλουτήσει φιλόκοσμος ὤν· ἐπὶ δὲ τῶν εὐλαβῶν καὶ ἀναχωρητῶν τοῦτο εἰς θλῖψιν κρίνεται. ἐὰν ἴδῃ τις, ὅτι συνουσίασε πόρνῃ, αὐξήσει μὲν εἰς τὸν πλοῦτον αὐτοῦ, ἐξ ἀδικίας δέ. ἐὰν ἴδῃ τις, ὅτι συνουσίασε τῇ γυναικὶ αὐτοῦ ἕτερος γνώριμος, εὑρήσει καὶ αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ καὶ οἱ συγγενεῖς παρὰ τοῦ συνουσιάσαντος πλοῦτον καὶ πᾶσαν χρείαν βοηθείας. ἐὰν δὲ μόνον ἴδῃ, ὅτι ἐφίλησεν ἢ συνωμίλησεν, οὐ μέντοι δὲ συνουσίασεν, εὑρήσουσιν ἐξ αὐτοῦ βοήθειαν διὰ λόγου μόνου. ἐὰν ἴδῃ τις, ὅτι συνουσίασε γυναικὶ ὡραίᾳ, εὑρήσει τῷ ἔτει ἐκείνῳ χαρὰν καὶ πλοῦτον· ἐὰν δὲ ἀγνώριστός ἐστι, πλέον εὑρήσει. ἐὰν ἴδῃ τις, ὅτι συνουσιάζων γυναικὶ εὗρεν αὐτὴν ὡς ἄνδρα κατὰ τὰ κρυπτά, εὑρήσει χαρὰν τοῦ ἔτους ἐκείνου καὶ τεκνώσει τέκνον ἄρσεν ἐξευγενίζον τὴν γενεὰν αὐτοῦ πᾶσαν. ἐὰν ἴδῃ τις, ὅτι ἡ ἰδία γυνὴ ἢ ἑτέρα ἢ παλλακὴ συνουσιάζουσα αὐτῷ ἐφόρει ῥυπαρὰν ἐσθῆτα, ταπεινωθήσεται οὗτος καὶ καταδουλωθήσεται τοῖς ἐχθροῖς αὐτοῦ.

Ἐάν τις ἴδῃ, ὅτι ἡ γυνὴ αὐτοῦ ἔτεκεν ἄρσεν ἐγκύμων οὖσα, τέξει θῆλυ καὶ θλιβήσεται ὁ ἰδών· εἰ δὲ οὐκ ἦν ἐγκύμων καὶ εἶδεν, ὅτι ἔτεκεν ἄρσεν, εὑρήσει θλῖψιν καὶ λύπην μεγίστην. ἐὰν δὲ ἴδῃ, ὅτι ἔτεκε θῆλυ ἐγκύμων οὖσα, τέξει ἄρσεν καὶ χαρήσεται· εἰ δὲ οὐκ ἦν ἔγκυος καὶ εἶδεν, ὅτι ἔτεκε θῆλυ, εὑρήσει θησαυρὸν καὶ πλοῦτον καὶ χαράν. ἐάν τις ἴδῃ, ὅτι ἔγκυος ἐγένετο ἡ γυνὴ αὐτοῦ ἢ αὐτὸς ἐκεῖνος ἐγένετο ἔγκυος, εὑρήσει νέον πλοῦτον καὶ χαρήσεται.

Ἐάν τις ἴδῃ, ὅτι ἐξωνήσατο ἄρσεν δοῦλον μικρόν, εὑρήσει μέριμναν καὶ θλῖψιν· ἐὰν δὲ ἴδῃ, ὅτι θῆλυ δοῦλον ἠγόρασεν, εὑρήσει χαράν.

Ἐάν τις ἴδῃ, ὅτι θηλάζει ἄρσεν ἄνθρωπός τις ἢ αὐτός, δέσμιος εἰς φυλακὴν γενήσεται.

Γνωστέον, ὅτι αἱ καθ’ ὕπνους θεωρίαι τῶν γυναικῶν πασῶν, μικρῶν τε καὶ μεγάλων, εἰς χαρὰν διακρίνονται ἀνάλογον τοῦ κάλλους.

Καὶ ὃ ἐὰν ἴδῃ παιδίον ἀνήλικον, εἰς πρόσωπον ἡ διάκρισις τῆς μητέρος. ἐὰν ἴδῃ παιδίον, ὅτι ἀπέθανεν, ἡ μήτηρ τοῦ παιδίου εὑρήσει μὲν ἐξουσίαν, ἀπολέσει δὲ τὴν πίστιν αὐτῆς. ἐὰν ἴδῃ παιδίον, ὅτι ἔφαγε κρέας ἡ μήτηρ αὐτοῦ ὀπτόν, καταπλακήσεται αὕτη εἰς πορνείαν καὶ πολυλογία γενήσεται ἐν αὐτῇ διὰ τὸ ὀπτόν· καὶ ἐπεὶ ἔφαγεν, εἰς ἀλήθειαν ἔσται τὸ πρᾶγμα. ἐὰν ἴδῃ, ὅτι ἔφαγε κρέας ὠμὸν ἡ μήτηρ αὐτοῦ, εἰς φανερὰν πορνείαν ἥξει ἀναμφιβόλως.

(128.) ρκηʹ. Ἐκ τῶν Περσῶν καὶ Αἰγυπτίων περὶ γυναικῶν.

Ἐάν τις ἴδῃ, ὅτι συνουσίασε γραΐ, εὑρήσει ἐξουσίαν ἀπὸ ἐξουσίας ἀρχαίας· εἰ δὲ ἴδῃ, ὅτι παρεκάλει αὐτὴν ἢ ἐδήλου μόνον, οὐκ ἐπλήρωσε δὲ τὴν ἐπιθυμίαν αὐτοῦ, κοπωθήσεται οὗτος εἰς πρᾶγμα ἀδύνατον, ὃ οὐ μὴ ἀποτελέσει. ἐάν τις ἴδῃ,ὅτι συνουσίασεν εὐνούχῳ ἢ νεανίᾳ γνωρίμῳ, τὸ μυστήριον αὐτοῦ ἀναθήσει αὐτοῖς καὶ ἀγαθοποιήσει αὐτούς. ἐὰν ἴδῃ, ὅτι ἐπιάσθη μετὰ τῶν εἰρημένων προσώπων, τὸ μυστήριον αὐτοῦ θεατρισθήσεται. ἐὰν ἴδῃ, ὅτι ἐκοιμήθη μετὰ γυναικὸς εὐειδοῦς, εἰ μὲν ἔχει γεώργια, χαρήσεται ἐν αὐτοῖς πολλαπλασίως, εἰ δὲ οὐκ ἔχει, γῆς καλῆς καὶ πλείστης δεσπόσει. ἐάν τις ἴδῃ, ὅτι συνουσίασε παρθένῳ, εἰ μέν ἐστι βασιλεύς, εὑρήσει χαρᾶς καὶ ἐπιθυμίας τῆς πρώτης αὐτοῦ τὸ πλήρωμα, εἰ δὲ τοῦ κοινοῦ λαοῦ, εὑρήσει πλοῦτον ἔμφοβον ἀπὸ ἐξουσίας.

Ἐὰν ἴδῃ τις γυναῖκα εὔστολον εὐειδῆ ἐν τῷ οἴκῳ αὐτοῦ, ἰδίαν ἢ ἀλλοτρίαν, ὅτι συμπαίζει αὐτῷ καὶ συναποδέχεται αὐτήν, εἰ μέν ἐστι βασιλεὺς ἢ μέγιστος, εὑρήσει ἐνιαυτὸν κατὰ τὴν ἐπιθυμίαν αὐτοῦ εἰς πάντα συνερχόμενον. εἰ δὲ ἴδῃ, ὅτι ἐκράτει τῶν μασθῶν αὐτῆς καὶ ἐξέμαξε γάλα, χαρὰν μεγάλην κομιεῖται ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ, ἀλλὰ καὶ ἡ γυνὴ ἐκείνη μεγάλως συγχαρήσεται αὐτῷ· εἰ δὲ τοῦτό τις τοῦ κοινοῦ λαοῦ

ἴδῃ, εὑρήσει πλοῦτον ἐνιαύσιον ἕκαστος ἐν τῷ ἐπιτηδεύματι αὐτοῦ· εἰ δὲ δοῦλος ἴδῃ τοῦτο, ἐλευθεροῦται ταχέως, εἰ δὲ πτωχός, πλουτήσει.

Ἐὰν ἴδῃ τις, ὅτι συνουσίασε πόρνῃ γνωρίμῳ, εἰ μέν ἐστι βασιλεύς, εὑρήσει χαρὰν καὶ κρύψει αὐτήν, εἰ δὲ τοῦ κοινοῦ λαοῦ, καὶ οὗτος πλειόνως χαρήσεται καὶ πλουτήσει. ἐὰν ἴδῃ βασιλεὺς ἢ μεγιστᾶνος, ὅτι συνουσίασεν ὑπάνδρῳ, τὴν γενεὰν αὐτῆς ὑψώσει καὶ πλουτίσει καὶ τὴν ἀξίαν τοῦ ἀνδρὸς ὑψώσει, καθ’ ὅσον ἐξεχύθη καὶ ἐπλατύνθη ἡ φήμη τῆς κερατώσεως· εἰ δὲ τοῦ κοινοῦ λαοῦ, ὁμοίως χαρήσεται ἡ γενεὰ αὐτῆς παρὰ τοῦ συνουσιάσαντος· πτωχὸς ἐὰν ἴδῃ τοῦτο, μᾶλλον πλουτήσει ἐξ αὐτῆς.

Ἐὰν ἴδῃ τις, ὅτι ἐγκυμονήσασα ἡ γυνὴ αὐτοῦ ὠγκώθη, εἰ μέν ἐστι βασιλεύς, τοὺς θησαυροὺς αὐτοῦ πληρώσει χρυσίου μετὰ μερίμνης, εἰ δὲ τοῦ κοινοῦ λαοῦ, εὑρήσει ἕκαστος διαφορὰν ἐν τῷ ἐπιτηδεύματι αὐτοῦ. ἐὰν ἴδῃ ὁ βασιλεύς, ὅτι ἔτεκεν ἄρσεν ἡ αὐγοῦστα, μανδάτον ἐναντίον ἐξ ἐναντίων δέξεται· εἰ δὲ τοῦ κοινοῦ λαοῦ, μέριμναν καὶ θλῖψιν καὶ νόσον εὑρήσει. ἐὰν ἴδῃ ὁ βασιλεύς, ὅτι ἔτεκεν ἡ αὐγοῦστα θῆλυ, ἀλλοτρίων βασιλέων θησαυροὺς ἀνερευνήσει καὶ πατάξει ἐχθρὸν αὐτοῦ. ἐὰν ἴδῃ ὁ βασιλεύς, ὅτι ἐκεῖνος αὐτὸς ἐγένετο ἔγκυος, ὁ στρατὸς αὐτοῦ αὐξήσει καὶ ἄλλων ἀρχῶν κατακυριεύσει. ἐὰν ἴδῃ ὁ βασιλεύς, ὅτι ἔτεκεν ὡς γυνή, κἄν τε ἄρσεν κἄν τε θῆλυ, ἀπολέσει μίαν τῶν πολιτειῶν αὐτοῦ καὶ στρατὸν πλεῖστον παρ’ ἐχθρῶν καὶ εἰς θλῖψιν καὶ μέριμναν ἥξει· εἰ δὲ τοῦ κοινοῦ λαοῦ τοῦτο ἴδῃ καὶ ὅτι θηλάζει αὐτό, τιμωρηθήσεται καὶ ζημιωθήσεται παρὰ τοῦ ἐξουσιάζοντος.

Ἐάν τις ἴδῃ, ὅτι ἐκτήσατο νεωστὶ πλεῖστα κοράσια ἐν τῷ οἴκῳ αὐτοῦ, εἰ μέν ἐστι βασιλεὺς ἢ μεγιστᾶνος, εὑρήσει ἀλλότριον πλοῦτον καὶ χαρὰν ἐν χρόνοις ἰσαρίθμοις τῶν κορασίων· εἰ δὲ πλῆθός εἰσι πολύ, εἰς μῆνας διακρίνεται. εἰ δὲ τοῦ κοινοῦ λαοῦ ἴδῃ τις τοῦτο παρὰ συνήθειαν, εὑρήσει πλοῦτον καὶ μέριμναν.

Ὅσα ἴδῃ παιδία ἀνήλικα, τοῦ μὲν ἄρσενος εἰς πρόσωπον τῆς μητρὸς διακρίνεται, τοῦ δὲ θήλεος εἰς πρόσωπον τοῦ πατρός.

Ἐὰν ἴδῃ τις, ὅτι ἡ γυνὴ αὐτοῦ εἰς πορνείαν ἐφωράθη, νοσήσει αὕτη καὶ μισηθήσεται παρὰ τοῦ ἀνδρός· ἐὰν ἴδῃ, ὅτι γνώριμος ἦν ὁ πορνεύσας αὐτήν, δεηθήσεται αὐτοῦ καὶ εἰσακουσθήσεται, εἰ δὲ ἀγνώριστος, ἐχθρός ἐστι καὶ καταδουλωθήσεται αὐτῷ. ἐὰν ἴδῃ τις, ὅτι ἡ θυγάτηρ αὐτοῦ ἐκλάπη ἀπὸ μοιχοῦ γνωρίμου, ὑφελεῖ δολίως ὁ κλέψας ἐκ τοῦ πλούτου τοῦ πατρὸς τῆς ἁρπαγείσης κόρης, εἰ δὲ ἀγνωρίστου, ἐχθρὸς αὐτοῦ ὑφελεῖ ὁμοίως ἐκ τῆς ὑπάρξεως αὐτοῦ.

Ἐάν τις ἴδῃ, ὅτι συνουσίασε μητρὶ ἢ ἀδελφῇ, ἀνάξιον ἀγαθοποιήσει ψεγόμενος καὶ μεταγινώσκων. ἐάν τις ἴδῃ, ὅτι ἠγόρασε κόρην καὶ συνέλεξεν αὐτὴν τῇ συμβίῳ αὐτοῦ ἀρεσθεὶς καὶ ἀγαπήσας αὐτήν, εὑρήσει ἐξουσίαν μεθ’ ἑτέρας ἐξουσίας,

ἣν πρώην ἐκέκτητο.

Ἐὰν ἴδῃ τις, ὅτι στολίζει τὴν γυναῖκα αὐτοῦ στολὴν ὑπὲρ τὴν δύναμιν τοῦ πλούτου αὐτοῦ, κοσμήσει τὸ ἀξίωμα αὐτοῦ καὶ τὸ ἐπιτήδευμα πρὸς δόξαν αὐτοῦ. ἐὰν ἴδῃ, ὅτι βραχιόνια ἔβαλε χρυσᾶ ἐν τοῖς βραχίοσιν αὐτῆς, εὑρήσει ὀξὺ νόσημα εἰς τὴν γυναῖκα αὐτοῦ καὶ στενοχωρίαν. ἐὰν ἴδῃ, ὅτι ἐστεφάνωσε τὴν κεφαλὴν τῆς γυναικὸς αὐτοῦ στεφάνῳ χρυσῷ μόνον, εἰς νόσον καὶ λύπην ἥξει ὁ ἀνὴρ αὐτῆς· κεφαλὴ γὰρ τῆς γυναικὸς ὁ ἀνήρ. εἰ δὲ ἔχει ὁ στέφανος μαργαρίτας καὶ λίθους ἐν τῷ χρυσῷ, εἰς νόσον μετρίαν ἥξει καὶ χαρήσεται ὕστερον διὰ τοὺς λίθους καὶ τοὺς μαργαρίτας. εἰ δὲ ἴδῃ, ὅτι δακτυλίοις περιέβαλεν αὐτήν, ἐπιθυμία, ἣν ἐπιθυμοῦσιν ἀμφότεροι, τελειοῦται. ἐὰν ἴδῃ γυνή, ὅτι ἀπώλεσεν ἢ ἔκλασεν τὸν στέφανον αὐτῆς, χηρεύσει ταχέως· ἐὰν δὲ ἴδῃ, ὅτι ἔλαβεν ἕτερον, ἑτέρῳ συζευχθήσεται. ἐὰν ἴδῃ, ὅτι ἀπώλεσε τοὺς δακτυλίους αὐτῆς, ἀπολέσει ἐκ τοῦ πλούτου αὐτῆς καὶ ἐν πτωχείᾳ τελευτήσει. ἐὰν ἴδῃ, ὅτι ἀπώλεσε τὰ βραχιόνια αὐτῆς, ἀπὸ στενοχωρίας εἰς χαρὰν ἥξει. ἐὰν ἴδῃ τις, ὅτι ἱματίοις ἐρυθροῖς ἐνέδυσε τὴν γυναῖκα αὐτοῦ, χαρὰν εὑρήσει καὶ τέξει ἄρσεν. ἐὰν ἴδῃ γυνή, ὅτι τῆς ἀνδρικῆς στολῆς ἐφόρεσέ τι δίχα τῶν ὑποδημάτων, εἰ μέν ἐστιν ἔγκυος, τέξει ἄρσεν, εἰ δὲ μή, λήψεται ἄνδρα· τὰ γὰρ ὑποδήματα εἰς θλῖψιν καὶ στενοχωρίαν ἐν πᾶσι τοῖς ἔργοις αὐτῆς εἰσιν. εἰ δὲ ἔχει ἄνδρα, μαχήσεται τῷ ἀνδρὶ δι’ αἰτίαν δούλου αὐτῆς. ἐὰν δὲ ἴδῃ, ὅτι νεωστὶ ἐνώτια δέδωκεν αὐτῇ ὁ ἀνὴρ αὐτῆς, εἰ μέν ἐστιν ἔγκυος, τέξει θῆλυ, εἰ δὲ μή, συλλήψεται καὶ τέξει θῆλυ· εἰ δὲ ἄνδρα οὐκ ἔχει, δούλην κτήσεται εἰς χαρὰν αὐτῆς. ἐὰν δὲ ἴδῃ, ὅτι ἐκλάσθη τὰ ἐνώτια αὐτῆς, νοσήσει ἡ θυγάτηρ ἢ ἡ δούλη αὐτῆς ἡ πιστή· εἰ δὲ ἐχαώθησαν ἢ ἐκλάπησαν, θλιβήσεται ἐπὶ τῇ θυγατρὶ ἢ ἐπὶ τῇ δούλῃ αὐτῆς.


(Ed., F. Drexl, Achmetis Oneirocriticon, Leipzig, 1925)

Δεν υπάρχουν σχόλια: